-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
33
-
Ἑλλήνων καὶ σὺ ἀκούεις, ὅπως σοι ἀτοκρίνονται,
-
ἐμοὶ δὲ οὕτως ἀρέσκει. περὶ δὲ τῶν νεκρῶν, κατακαί-
-
ειν οὐ φθονῶ, οὐ γάρ τις φειδωλία ( φροντὶς ) νεκρῶν
-
ἀποθανόντων γίνεται, ἐπειδὰν ἀποθάνωσι, διὰ πυρὸς
-
ταχέως μειλίσσεσθαι, ἤτοι κηδεύειν ϗ θάπτειν. τοὺς
-
ὅρκους δὲ ὁ Ζεὺς γινωσκέτω ὁ μεγάλως κτυπῶν ἀνὴρ
-
τῆς Ἥρας. Οὕτως εἰπὼν ἀνέτεινε τὸ σκῆπτρον πᾶσι
-
τοῖς θεοῖς· ὀπισθορμήτως δὲ ἐπορεύθη ὁ Ιδαῖος εἰς
-
τὴν ἱερὰν Ἴλιον. οἱ Τρῷες δὲ, καὶ οἱ τοῦ Δαρδάνου
-
ἀπόγονοι, ἐκαθηντο πάντες συνηθροισμένοι, προσδε-
-
χὁμενοι πότε δὴ ἀφίκοιτο ὁ Ἰδαῖος. Οὗτος δʼ οὖν ἀφί-
-
κετο, καὶ τὴν ἀγγελίαν ἀπεδοκίμασε, καὶ ὡς ἀνω-
-
φελῆ ἀνήγγειλεν, ὅτι μὴ προσεδέξαντο τὴν πρεσβεί-
-
αν οἱ Ἕλληνες, στὰς ἐν μέσῳ. οὗτοι δὲ καθωπλί-
-
ζοντο μάλα ταχέως ϗ εὐτρεπίζοντο κατʼ ἀμφότερον,
-
οἱ μὲν τοὺς νεκροὺς ἄγειν, ἄλλοι δὲ ἐπὶ τὴν ξυλα-
-
γωγίαν ᾤχοντο. οἱ Ἕλληνες δὲ ἀφʼ ἑτέρου μέρους ἀ-
-
πὸ τῶν εὐκαθέδρων νεῶν παρώξυνον, τούς τε νεκροὺς
-
ἄγειν, ἄλλοι δὲ ἐπὶ ξυλαγωγίαν ᾤχοντο. Ὁ ἥλιος
-
μὲν οὖν μετὰ ταῦτα ἄρτι ταῖς ἀκτίσι προσέβαλε τῇ
-
γῇ, ἐκ τοῦ ἀκυμάντου καὶ πρᾴως ῥέοντος βαθύῤῥου
-
Ὠκεανοῦ ἀνερχόμενος εἰς τὸν Οὐρανόν· οὗτοι δὲ συν-
-
ήντων ἀλλήλοις, ὅπου ἐπιγνῶναι ἕκαστον ἄνδρα χα-
-
λεπὸν ἦν, ἀλλὰ ὕδατι ἀπονίπτοντες τὸ μετὰ ἱδρῶ-
-
τος καὶ κόνεως αἷμα, δάκρυα θερμὰ καταχέοντες
-
ἐπὶ τῶν ἁμαξῶν ἄραντες ἐπέθηκαν· οὐδὲ συνεχώρει
-
κλαίειν ὁ μέγας Πρίαμος, οὗτοι δὲ μετὰ σιωπῆς τὰ
-
σώματα ἐπὶ τῆς πυρᾶς συνήθροιζον ( ἐσώρευον) λυπȣ́-
-
μενοι ϗ ἀλγοῦντες τὴν ψυχήν· καύσαντες δὲ πυρὶ,
-
ἐπορεύθησαν εἰς τὴν ἱερὰν Ἴλιον. Ὡσαύτως δὲ ἀφʼ ἑ-
-
τέρου μέρους οἱ εὔοπλοι Ἕλληνες τὰ σώματα ἐπὶ
-
τῆς πυρᾶς ἐσώρευον, λυπούμενοι κατὰ ψυχήν· καύ-
-
σαντες δὲ πυρὶ ἐπορεύθησαν ἐπὶ τὰς βαθείας ναῦς·
-
3