-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
31
-
ἡμᾶς διαχωρίσῃ, δῷ δὲ τῷ ἑτέρῳ μέρει τὴν νίκην.
-
Οὕτως εἷπεν. οὗτοι δὲ λίαν αὐτοῦ ἐπήκουσαν καὶ
-
ἐπείσθησαν. Δεῖπνον οὖν μετὰ ταῦτα ἔλαβον κατὰ
-
τὸ στρατόπεδον ἐν ταῖς τάξεσι. ἕωθεν δὲ ὁ Ἰδαῖος
-
ἐπορεύθη ἐπὶ τὰς βαθείας ναῦς· εὗρε δὲ τοὺς Ἕλ-
-
ληνας τοὺς ὑπηρέτας τοῦ Ἄρεος ἐν ἐκκλησία παρὰ
-
τῇ πρύμνῃ τῆς νεὼς τοῦ Ἀγαμέμνονος· ὁ κῆρυξ δὲ
-
ὁ μεγαλόφωνος στὰς ἐν μέσῳ, εἶπεν αὐτοῖς· Ὦ ὑιὲ
-
τοῦ Ἀτρέως, καὶ ἄλλοι εὔοπλοι Ἕλληνες, ὅ τε
-
Πρίαμος καὶ οἱ ἄλλοι λαμπροὶ Τρῷες ἐκέλευσαν
-
εἰπεῖν, εἴπερ ἂν ὑμῖν προσφιλὲς καὶ χαρίεν εἴη,
-
λόγον τοῦ Ἀλεξάνδρου, οὗ χάριν ἡ παροῦσα ἔρις
-
ἐγήγερται. τὰ μὲν χρήματα, ὅσα Ἀλέξανδρος ἐν
-
ταῖς ναυσὶ ταῖς βαθείαις ἤγαγεν εἰς τὴν Τροίαν,
-
ὃς εἴθε ἀπώλετο πρὶν ἢ ταῦτα ποιῆσαι, πάντα
-
βούλεται ἀποδοῦναι, καὶ προσέτι ἐκ τοῦ οἴκου
-
προσθεῖναι ἄλλα· τὴν δὲ ἐκ παρθενίας γαμετὴν τοῦ
-
ἐνδόξου Μενελάου οὐκ ἀποδώσειν φησὶν· ὄντως που
-
αὐτὸν οἱ Τρῷες παρακελεύονται ἀποδοῦναι. καὶ δὴ
-
τόνδε τὸν λόγον ἐκέλευσαν εἰπεῖν, ἐὰν βούλησθε
-
λῆξαι τοῦ κακοήχου πολέμου, ἕως ἂν τὰ σώματα
-
καύσωμεν· μετὰ ταῦτα δὲ πολεμησόμεν, ἕως ἂν ὁ
-
θεὸς ἡμᾶς διαχωρίσῃ, δώσῃ δὲ τῇ ἑτέρᾳ μερίδι νί-
-
κην. Οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἥσυχοι ἐγένοντο
-
σιωπῇ· μετὰ χρόνον δέ τινα Διομήδης ὁ κατὰ πό-
-
λεμον ἀγαθὸς εἶπεν αὐτοῖς· Μηδεὶς νῦν μήτε χρή-
-
ματα Ἀλεξάνδρου δεχέσθω, μήτε τὴν Ἑλένην· γνω-
-
στὸν γάρ ἐστι καὶ αὐτῷ, ὅς λίαν ἀσύνετός ἐστιν,
-
ὅτι τοῖς Τρῳσὶν ἤδη τὰ τοῦ ἀφανισμοῦ πέρατα ἐ-
-
πίκεινται. Οὕτως εἶπεν. οἱ ὑιοὶ δὲ τῶν Ἑλλήνων
-
πάντες ἐπεβόησαν, λόγον θαυμάσαντες τοῦ ἱππικοῦ
-
Διομήδους. Καὶ δὴ τότε Ἀγαμέμνων ὁ βασιλεὺς εἶ-
-
πε πρὸς τὸν Ἰδαῖον· Ὦ Ἰδαῖε, τὸν μὲν λόγον τῶν