-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
29
-
εἴπω ἅ με ἡ ψυχὴ ἐν τῷ στήθει προτρέπει· Φέρε δὴ
-
τὴν Πελοποννησίαν Ἑλένην, καὶ τὰ χρήματα σὺν
-
αὐτῇ, ἀποδῶμεν τοῖς ὑιοῖς τοῦ Ἀτρέως ἀπάγειν, νυνὶ
-
γὰρ τοὺς πιστοὺς καὶ βεβαίους ὅρκους ἀθητήσαντες,
-
καὶ παραβάντες μαχόμεθα, διʼ ὃ οὐκ ἐπικερδὲς καὶ
-
ὠφέλιμον ἡμῖν ἐλπίζω ἐκτελεσθῆναι, ἐὰν μὴ πρά-
-
ξωμεν οὕτως. Ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε. ἐν τούτοις
-
δὲ ἠγέρθη ὁ ἔνδοξος Ἀλέξανδρος, ὁ ἀνὴρ τῆς Ἑλένης
-
τῆς καλλικόμου, ὅστις αὐτῷ ἀνταποκρινόμενος λόγους
-
ταχεῖς ἔλεγεν οὕτω· Ὦ Ἀντῆνορ, σὺ δηπου οὐδαμῶς
-
ἐμοὶ κεχαρισμένα ταῦτα δημηγορεῖς· οἶδας μέν τοι
-
καὶ ἄλλον λόγον κρείσσονα τούτου διανοηθῆναι καὶ εἰ-
-
πεῖν, εἰ δὲ ἀληθῶς που τοῦτον σπουδάζων ὡς κρείσσο-
-
να λέγεις, ἐξαπώλεσαν δήπουθεν αὐτοὶ οἱ θεοὶ τὸν σὸν·
-
λογισμὸν, ἐγὼ δὲ ἐν τοῖς Τρῳσὶ τοῖς ἱππικοῖς δη-
-
μηγορήσας ἐρῶ, διαῤῥήδην γὰρ ἀπαγορεύω, τὴν μὲν
-
γυναῖκα οὐκ ἀποδώσω, τὰ χρήματα δὲ ὅσα ἤγαγον
-
ἐκ τοῦ Ἄργους εἰς τὸ ἡμέτερον δῶμα, πάντα βούλο-
-
μαι ἀποδοῦναι, καὶ ἔτι ἐκ τοῦ οἴκου ἕτερα προσθεῖ-
-
ναι. Ὁ μὲν οὕτως εἰπὼν ἐκάθισεν. ἐν τούτοις δʼ ἀνέϛη
-
ὁ τοῦ Δαρδάνου ἀπόγονος Πρίαμος, ὁ τοῖς θεοῖς κατὰ
-
γνώμην παραπλήσιος, ὃς εὖ φρονῶν ἐδημηγόρησε, καὶ
-
εἶπεν ἐν αὐτοῖς· Ἀκούσατέ μου, ὦ Τρῷες, καὶ Δάρ-
-
δανοι, καὶ βοηθοὶ, ἵνα εἴπω ἅ με ἡ ψυχὴ ἐν τῷ στή-
-
θει προτρέπει. Νῦν μὲν δεῖπνον λάβετε κατὰ τὸ στρα-
-
τόπεδον ὡς τὸ πρότερον, καὶ φυλακῆς μνήσθητε, καὶ
-
ἐπιμελήθητε, καὶ γρηγορήσατε πάντες· ἕωθεν δὲ πο-
-
ρευθήτω ὁ Ἰδαῖος ἐπὶ τὰς βαθείας ναῦς (τῶν Ἑλλή-
-
νων ) εἰπεῖν τοῖς ὑιοῖς τοῦ Ἀτρέως, τῷ τε Ἀγαμέμνο-
-
νι, καὶ τῷ Μενελάῳ τὸν λόγον τοῦ Ἀλεξάνδρου, οὗ
-
χάριν ἡ παροῦσα φιλονεικία ἐγήγερτο, καὶ ἔτι τοῦ-
-
τον εἰπεῖν τὸν νουνεχῆ λόγον, ἐὰν βούλωνται λῆξαι
-
τοῦ κακοήχου πολέμου ἕως ἂν τοὺς νεκροὺς κατακαύ-
-
σωμεν, ὕστερον δὲ πάλιν πολεμήσομεν, ἕως ἂν ὁ θεὸς