-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
27
-
τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων· ἐπεὶ
-
δὲ τὴν ἐπιθυμίαν ἀνεπλήρωσαν τῆς πόσεως, καὶ τῆς
-
τροφῆς, τούτοις ὁ γέρων Νέστωρ πρὸ πάντων συνεί-
-
ρειν καὶ κατασκευάζειν ἤρχετο βουλὴν, οὗ καὶ πρό-
-
τερον ἡ βουλὴ ἀρίστη ἐδόκει, ὅς τις καλῶς φρονῶν
-
ἐδημηγόρησε, καὶ ἐν μέσῳ αὐτῶν εἰπεν· Ὦ ὑιοὶ τοῦ
-
Ἀτρέως, καὶ ὦ ἄλλοι ἀριστεῖς τῶν πάντων Ἑλλή-
-
νων, πολλοὶ μὲν ἀπέθανον Ἕλληνες κομῶντες τὰς
-
κεφαλὰς, ὧν τὸ μὲν μέλαν αἷμα νῦν περὶ τὸν καλ-
-
λίῤρουν Σκάμανδρον διεσκόρπισε ὁ ὀξὺς πόλεμος,
-
αἱ ψυχαὶ δὲ εις ᾅδου κατέβησαν, διʼ ὅ σε δεῖ τὸν
-
μὲν πόλεμον τῶν Ἑλλήνων ἅμα τῇ ἡμέρα, ἤτοι ἕω-
-
θεν, παῦσαι. ἡμεῖς δὲ συναθροισθέντες ἐξ ἁμαξῶν
-
οἴσομεν ( φέρωμεν ) δεῦρο τὰ σώματα διὰ βοῶν καὶ
-
ἡμιόνων, κατακαύσομεν δὲ αὐτὰ μικρὸν πόῤρωθι πρὸ
-
τῶν νεῶν ( πόῤῥω τῶν νεῶν ) ὡς ἂν ἕκαστος τοῖς παισὶ
-
τὰ ὀστᾶ ἐπʼ οἴκου κομίσῃ, ὁπηνίκα δὴ ὑποστρέφομεν
-
εἰς τὴν γῆν τὴν πατρίδα· τάφον δὲ περὶ τὴν πυρ-
-
καιὰν ἕνα διὰ χώματος ποιήσωμεν, ἐκπορευθέντες ἔξω
-
τῆς πεδιάδος, ἄκριτον, ἤτοι μὴ καθέκαστον τῶν τεθνη-
-
κότων διακρινόμενον ( χωριζόμενον )· παρʼ αὐτὸν δὲ τα-
-
χέως οἰκοδομήσωμεν τείχη ὑψηλὰ, φυλακὴν τῶν τε
-
νεῶν καὶ ἡμῶν αὐτῶν, ἐν αὐτοῖς δὲ πύλας κατασκευ-
-
άσωμεν καλῶς καὶ ἀσφαλῶς ἡρμοσμένας, ὄπως δὶ αὐ-
-
τῶν ὁδὸς ἱππικὴ, καὶ ἔξοδος τοῦ στρατεύματος ὑπάρ-
-
χοι, ἔξωθεν δὲ σκάψαντες ποιήσωμεν ἐγγὺς τάφρον
-
βαθεῖαν, ἥτις ἂν τοὺς ἵππους καὶ τοὺς ἄνδρας κα-
-
τέχοι καὶ φυλάττοι μεταξὺ οὖσα, μήποτʼ ἐπέλθῃ καὶ
-
ἐπισχύσῃ πόλεμος τῶν ὑπερηφάνων Τρῴων. Οὕτως εἶ-
-
πεν οὗτοι δʼ ἄρα πάντες οἱ βασιλεῖς συνῄνεσαν τοῖς
-
εἰρημένοις. ὁμοίως δὲ καὶ τῶν Τρῴων συναγωγὴ
-
καὶ ἐκκλησία ἐγένετο ἐν τῇ ἀκροπόλει τῆς Ἰλίου φο-
-
βερὰ καὶ ταραχώδης παρὰ ταῖς τοῦ Πριάμου θύραις·
-
ἐν τȣ́τοις δὲ Ἀντήνωρ ὁ συνετὸς ἔρχετο δημηγορεῖν ȣ̓́τω·
-
Ἀκούσατέ μȣ, ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ βοηθοὶ ἵνα