-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
23
-
βυρσον ἀσπίδα τοῦ Αἴαντος κατὰ τὸν μέσον ὀμφα-
-
λὸν, ἦχον δὲ μέγαν ὁ χαλκὸς ἀπετέλεσεν. δεύτε-
-
ρον δὲ ὁ Αίας πολλῷ μείζονα λίθον ἄρας, ἀφῆκε
-
συστρέψας, ἐπεστήριξε δὲ δύναμιν μεγίστην, ἐντὸς
-
δὲ τὴν ἀσπίδα κατέαξε, πλήξας πέτρᾳ μυλοειδεῖ,
-
ἔβλαψε δὲ αὐτῷ τὰ προσφιλῆ γόνατα· οὗτος δὲ
-
κατὰ τὰ νῶτα ἐξηπλώθη, ὑπὸ τῆς ἀσπίδος συνωθη-
-
σθεὶς, ταχέως δὲ αὐτὸν ἤγειρεν ὁ Ἀπόλλων· καὶ
-
δὴ ξίφεσιν ἐκ τοῦ σύνεγγυς ἐτιτρώσκοντο ἂν, εἰ μὴ
-
κήρυκες οἱ ἄγγελοι τοῦ Διὸς καὶ τῶν ἀνδρῶν πα-
-
ρεγένοντο, ὁ μὲν τῶν Τρῴων, ὁ δὲ τῶν σιδηροθωρά-
-
κων Ἑλλήνων, ὅ τε Ταλθύβιος, καὶ ὁ Ἰδαῖος, ἀμφό-
-
τεροι συνετοὶ, ἐν μέσῳ δὲ ἀμφοτέρων τὰς ῥάβδους
-
κατέσχον, καὶ λόγον εἶπεν Ἰδαῖος ὁ κῆρυξ συνετὰ
-
βουλεύματα ἐπιστάμενος· Μὴ περαιτέρω πολεμεῖτε
-
ἀγαπητοὶ παῖδες, μηδὲ μάχεσθε· ἑκάτερον γὰρ ὑ-
-
μῶν φιλεῖ ὁ τὰς νεφέλας ἀθροίζων Ζεὺς, ἀμφότεροι
-
δὲ πολεμισταί ἐστε, καὶ τοῦτο δὴ σύμπαντες οἴ-
-
δαμεν, νὺξ δὲ ἤδη ὐπάρχει, καλόν ἐστι πείθεσθαι
-
καὶ νυκτί. Πρὸς τοῦτον δὲ ἀποκρινόμενος Αἴας ὁ
-
Τελαμῶνος εἶπεν· Ὦ Ἰδαῖε, τῷ Ἕκτορι εἴπατε ταῦ-
-
τα φάναι, αὐτὸς γὰρ εἰς μάχην πρὀυκαλέσατο πάν-
-
τας τοὺς ἀρίστους· ἀρχὴν ποιείτω, ἐγὼ δὲ πάνυ
-
ὑπακούσομαι, ἐὰν οὗτος. Πρὸς τοῦτον δὲ εἶπεν ὁ
-
μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν·
-
ὦ Αἶαν, ἐπειδή σοι ἔδωκεν ὁ θεὸς μέγεθος, καὶ
-
ἰσχὺν, καὶ φρόνησιν, δόρατι δὲ καὶ πολέμῳ κρά-
-
τιστος τῶν Ἑλλήνων ὑπάρχεις, νυνὶ μὲν λήξωμεν
-
τῆς μάχης καὶ τοῦ πολέμου σήμερον· μετὰ ταῦτα
-
δὲ πολεμήσομεν, ἕως ἂν ὁ θεὸς ἡμᾶς διαχωρίσῃ,
-
δώσῃ δὲ τῇ ἑτέρα μερίδι νίκην· νὺξ δὲ ἤδη ὑπάρ-
-
χει, καλόν ἐστι καὶ νυκτὶ πεισθῆναι, ἵνα σύ τε
-
εὐφράνῃς καὶ τέρψῃς πάντας τοὺς Ἕλληνας παρὰ