-
ΠΑΡΑΦΡΑΣΙΣ.
- 21
-
τὰ δεξιὰ, ἐπίσταμαι πρὸς τὰ ἀριστερὰ κινῆσαι τὴν
-
ἀσπίδα τὴν ἐκ βύρσης ξηρᾶς, διʼ ὃ ἔνεστί μοι καρ°
-
τερῶς πολεμεῖν, επίσταμαι δὲ ἐφορμῆσαι καὶ διε-
-
γεῖραι μάχην τῶν ταχέων ἵππων, ἐπίσταμαι δὲ ἐν
-
τῇ συστάδην καὶ ἐκ χειρὸς μάχῃ τέρπεσθαι τῷ πο-
-
λεμικῷ Ἄρει· ἀλλὰ γὰρ οὐκ ἐθέλω βαλεῖν σε τοι-
-
οῦτον ὄντα λαθραίως περιβλεψάμενος, ἀλλὰ φανε-
-
ρῶς ἐὰν ἐπιτύχω. Εἶπε δὴ, καὶ ἀνασείσας ἀφῆκε
-
τὸ μακρὸν δόρυ, καὶ ἔβαλε τὴν φοβερὰν ἀσπίδα
-
τὴν ἑπτάβυρσον τοῦ Αἰαντος κατὰ τὸν ἀκρότατον
-
χαλκὸν, ὃς ὄγδοος ἦν ἐπʼ αὐτῇ· διῆλθε δὲ τὰς ἓξ
-
ἐπιδιπλώσεις τέμνων ὁ ἀκαταπόνητος σίδηρος, ἐν τῇ
-
ἑβδόμῃ δὲ βύρσῃ κατεσχέθη. Δεύτερον δὲ Αἴας ὁ
-
ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος ἀφῆκε τὸ μακρὸν δόρυ,
-
καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τὴν πανταχόθεν ἴσην
-
ἤτοι τὴν κυκλοτερῆ, τοῦ ὑιοῦ τοῦ Πριάμου. Διὰ μὲν
-
οὖν τῆς λαμπρᾶς ἀσπίδος διεπέρασε τὸ ἰσχυρὸν
-
δόρυ, καὶ διὰ τοῦ πολυποικίλου θώρακος ἤρμοστο
-
καὶ ἐπάγη· καταντικρὺ δὲ παρὰ τὴν λαγόνα διέ-
-
σχισε τὸν χιτῶνα τὸ δόρυ· οὗτος δὲ ἐκάμφθη, καὶ
-
ἐξέφυγε τὴν θανατηφόρον μέλαιναν μοῖραν. οὗτοι δὲ
-
ἐκσπασάμενοι ταῖς χερσὶ τὰ μακρὰ δόρατα, ὁμοῦ
-
ἀμφότεροι, συνέβαλον δὴ ὅμοιοι λέουσιν ὠμοβόροις,
-
ἢ χοίροις ἀγρίοις, ὧν ἡ δύναμις οὐκ ἀσθενὴς. Ὁ ὑιὸς
-
μὲν οὖν τοῦ Πριάμου μετὰ ταῦτα ἔβαλε δόρατι τὸ
-
μέσον τῆς ἀσπίδος, οὐδὲ διέτεμε τὸν χαλκὸν, ἀνε-
-
κάμφθη δὲ αὐτῷ ἡ ἐπιδορατίς· ὁ Αἴας δὲ ἔπληξε
-
τὴν ἀσπίδα ἐπιπηδήσας, τὸ δόρυ δὲ διόλου διεπέ-
-
ρασε, συνετάραξε δὲ αὐτὸν προθύμως ὁρμῶντα, τμη-
-
τικῶς δὲ ἐπὶ τὸν αὐχένα ἦλθεν, αἷμα δὲ μέλαν
-
ἀνεπήδα καὶ ἀνεφέρετο· ἀλλʼ οὐδὲ οὕτως ἀπεπαύετο
-
τῆς μάχης ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕ-
-
κτωρ, ἀλλὰ μικρὸν ἀναχωρήσας ἔλαβε τῇ παχείᾳ
-
χειρὶ λίθον κείμενον ἐν τῷ πεδίῳ, μέλανα, καἰ τρα-
-
χὺν, καὶ μέγαν· τούτῳ δὲ ἔβαλε τὴν φοβερὰν ἑπτά-