-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
χοφθόρου φιλονεικίας δυνάμει συνέβαλε πολεμεῖν·
-
τοιοῦτος δὴ ὥρμησεν Αἴας ὁ μέγας, τὸ περίφραγμα
-
τῶν Ἑλληνων, μειδιῶν καὶ διαχεόμενος καταπληκτικῷ
-
προσώπῳ, κάτωθεν δὲ τοῖς ποσὶ ἐπορεύετο μεγάλως
-
καὶ ὑπερηφάνως βηματίζων, σείων τὸ μακρὸν δόρυ·
-
τοῦτον δὲ καὶ οἱ Ἕλληνες μεγάλως ἔχαιρον βλέπον-
-
τες. τοὺς Τρῷας δὲ τρόμος χαλεπὸς ὑπέδυ παντας
-
κατὰ τὰ μέλη, καὶ τῷ Ἕκτορι αὐτῷ ἡ ψυχὴ ἐν τῷ
-
στήθει ἔσφυζε καὶ ἐκινεῖτο, ἀλλʼ οὐκέτι εἶχεν ἀπο-
-
δειλιάσαι, οὐδὲ ἀναχωρῆσαι ὀπίσω εἰς τὸ πλῆθος
-
τῶν λαῶν, ἐπειδὴ πρὀυκαλέσατο εἰς μάχην. Αἴας
-
δὲ ἐγγὺς παρεγένετο βαστάζων ἀσπίδα καθάπερ
-
πύργον χαλκὴν, ἑπταβυρσον, ἣν αὐτῷ κατεσκεύασε
-
καμὼν ὁ Τύχιος, ὁ ἐξόχως ἄριστος τῶν σκυτοτόμων
-
ἐν τῇ Ὕλῃ πολει τὴν οἰκίαν οἰκῶν, ὃς αὐτῷ ἐποίη-
-
σεν ἀσπίδα ποικίλην ἐξ ἑπτὰ βυρσῶν ταύρων εὐ.
-
τραφῶν, ὄγδοον δὲ ἐφήπλωσε χαλκὸν· ταύτην ἔμ
-
προσθεν τοῦ στέρνου φέρων Αἴας ὁ Τελαμῶνος ἔστη
-
δὴ πάνυ ἐγγὺς τοῦ Ἕκτορος, ἀπειλήσας δὲ εἶπε
-
πρὸς αὐτὸν· Ὦ Ἕκτορ, νυνὶ δήπου σαφῶς γνώσῃ
-
μόνος πρὸς μόνον, ὁποῖοι καὶ ἐν τοῖς Ἕλλησιν ἀρι-
-
στεῖς ὑπάρχουσι, καὶ μετὰ Ἀχιλλέα τὸν ῥηγνύντα
-
τῇ ἀνδρείᾳ τὰς τάξεις, τὸν λέοντος ὁρμὴν ἔχοντα·
-
ἀλλʼ οὗτος μὲν ἐν ταῖς ναυσὶ ταῖς καμπυλοπρύμ-
-
ἐσμὲν τοιοῦτοι, οἳ ἄν σοι ἀπαντήσαιμεν, καὶ πολ-
-
λοὶ· ἀλλʼ ἄρχου μάχης, καὶ πολεμου. Πρὸς τοῦτον
-
δὲ εἶπεν ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφα-
-
λαίαν κινῶν· ὦ Αἶαν ἐκ τοὺ Διὸς ἕλκων τὸ γένος,
-
ὑιὲ Τελαμῶνος, ἡγεμὼν τῶν λαῶν, μηδαμῶς μου
-
ἀποπειρῶ καθάπερ παιδὸς ἀσθενοῦς, ἢ γυναικὸς,
-
ἣ οὐκ ἐπίσταται ἔργα πολεικὰ· ἐγὼ δὲ καλῶς οἶδα
-
τὰς μάχας καὶ τὰς ἀνδροκτονίας, ἐπίσταμαι πρὸς
-