-
-
-
ΙΛΙΑΔΟΣ Η.
-
210 Θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι·
-
Τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν,
-
Μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
-
Ἤϊε, μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
-
Τὸν δὲ καὶ Ἀργεῖοι μέγʼ ἐγήθεον εἰσορόωντες·
-
215 Τρῷας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστου·
-
Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
-
Ἀλλʼ οὔπως ἔτι εἶχεν ὑποτρέσαι, οὐδʼ ἀναδῦναι
-
Ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
-
Αἴας δʼ ἐγγύθεν ἦλθε, φέρων σάκος, ἠΰτε πύργον,
-
220 Χάλκεον, ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,
-
Σκυτοτόμων ὄχʼ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων·
-
Ὅς οἱ ἐποίησεν σάκος αἰόλον, ἑπταβόειον,
-
Ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
-
Τὸ, πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
-
225 Στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς· ἀπειλήσας δὲ προσηύδα·
-
Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος,
-
Οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
-
Καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα.
-
Ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
-
230 Κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
-
Ἡμεῖς δʼ εἰμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν,
-
Καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
-
Τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
-
Αἶαν διογενὲς, Τελαμώνιε, κοίρανε λαῶν,
-
235 Μήτι μευ, ἠΰτε παιδὸς ἀφαυροῦ, πειρήτιζε,
-
Ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα·
-
Αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ, ἀνδροκτασίας τε·