-
16
-
ΙΛΙΑΔΟΣ Η.
-
Ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοὶ,
-
Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντη,
-
Δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
-
185 Οἱ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
-
Ἀλλʼ ὅτε δὴ τὸν ἵκανε, φέρων ἀνʼ ὅμιλον ἁπάντη,
-
Ὅς μιν ἐπιγράψας κυνέῃ βάλε, φαίδιμος Αἴας,
-
Ἦ τοι ὑπέσχεν χεῖρʼ· ὃ δʼ ἄρʼ ἔμβαλεν, ἄγχι παραϛάς·
-
Γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
-
190 Τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε, φώνησέν τε·
-
Ὦ φίλοι, ἦ τοι κλῆρος ἐμοὶ, χαίρω δὲ καὶ αὐτὸς
-
Θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
-
Ἀλλʼ ἄγετʼ, ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
-
Τόφρʼ ὑμεῖς εὔχεσθε Διῒ Κρονίωνι ἄνακτι,
-
195 Σιγῇ ἐφʼ ὑμείων, ἵνα μὴ Τρῷές γε πύθωνται
-
Ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης.
-
Οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται.
-
Οὐδέ τʼ ἀϊδρείῃ· ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
-
Ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε, τραφέμεν τε.
-
200 Ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διῒ Κρονίωνι ἄνακτι.
-
Ὧδε δέ τις εἴπεσκεν, ἰδὼν εἰς οὐρανὸν εὐρύν·
-
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
-
Δὸς νίκην Αἴαντι, καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
-
Εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις, καὶ κήδεαι αὐτοῦ,
-
205 Ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
-
Ὣς ἄρʼ ἔφαν. Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ·
-
Αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη,
-
Σεύατʼ ἔπειθʼ, οἷός τε πελώριος ἔρχεται Ἄρης,
-
Ὅς τʼ εἶσι πόλεμόνδε μετʼ ἀνέρας, οὕς τε Κρονίων