-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
15
-
ἔδωκέ μοι δὲ καύχημα ἡ Ἀθηνᾶ· τοῦτον δὴ τὸν μέ-
-
γιστον, καὶ ἰσχυρότατον ἄνδρα ἀπέκτεινα, μέγας
-
γάρ τις ἔκειτο παραιωρούμενος, καὶ ἐκτεταμένος τῇδε
-
κἀκεῖσε, εἴθε οὕτως ἀκμάζοιμι, ἰσχὺς δέ μοι βε-
-
βαία εἴη, ταύτη γὰρ ταχέως ἂν μετάσχοιε καὶ ἐπι-
-
τύχοιε πολέμου Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαί-
-
αν κινῶν ὑμῶν δὲ οἳ πάρεισιν ἀριστεῖς καὶ πρόμα-
-
χοι πάντων τῶν Ἑλλήνων, οὐδὲ αὐτοὶ προθύμως προ-
-
θυμεῖσθε ἐναντίον τοῦ Ἕκτορος παραγενέσθαι. Οὕ-
-
τως ὠνείδισεν ὁ γέρων. οὗτοι δὲ ἐννέα οἱ πάντες
-
ἀνέστησαν· ὧρμησε καταπολὺ πρῶτον ὁ βασιλεὺς
-
τῶν ἀνδρῶν Ἀγαμέμνων, ἐπὶ τούτῳ δὲ ὥρμησεν ὁ
-
ὑιὸς τοῦ Τυδέως, ὁ ἰσχυρὸς Διομήδης, ἐπὶ τούτοις
-
δὲ οἱ δύο Αἴαντες, τολμηρὰν καὶ πολεμικὴν ἐνδεδυ-
-
μένοι ἰσχὺν· ἐπὶ τούτοις δὲ ὁ Ἰδομενεὺς, καὶ ὁ ὁ-
-
παδὸς καὶ θεράπων τοῦ Ἰδομενέως, Μηριόνης ὁ ἰσο-
-
στάσιος τῷ ἀνδροκτόνῳ Ἄρει· ἐπὶ τούτοις δὲ ὁ Εὐ-
-
ρύπυλος, ὁ λαμπρὸς ὑιὸς τοῦ Εὐαίμονος· ἀνέστη δὲ
-
καὶ θόας ὁ ὑιὸς τοῦ Ἀνδραίμονος, καὶ ὁ ἔνδοξος Ὀ-
-
δυσσεύς. πάντες γὰρ οὗτοι ἤθελον πολεμεῖν τῷ ἐν-
-
δόξῳ Ἕκτορι· τούτοις δʼ αὖθις ἐπεῖπεν ὁ ἀπὸ τῆς
-
Τερήνης ἱππικὸς Νέστωρ· Λαχμῷ νῦν κινήθητε διὰ
-
πάντων, ὃς ἂν καὶ λάχῃ· οὗτος γὰρ ὠφελήσει τοὺς
-
εὐόπλους Ἕλληνας, καὶ δὴ καὶ αὐτὸς τὴν ἐαυτοῦ ψυ-
-
χὴν ὠφελήσει, ἐὰν διαφύγῃ ἐκ τοῦ ἀφανιστικοῦ πο-
-
λέμου, καὶ τῆς χαλεπῆς μάχης. Οὕτως εἶπεν. οὗτοι
-
ἐκαστος λαχμὸν ἐσημείωσαν, ἐνέβαλον δὲ αὐτοὺς τῇ
-
περικεφαλαίᾳ τοῦ Ἀγαμέμνονος τοῦ ὑιοῦ τοῦ Ἀτρέ-
-
ως. οἱ λαοὶ δὲ ηὔξαντο, τὰς χεῖρας δὲ τοῖς Θεοῖς
-
ᾖραν. οὕτω δέ τις εἶπεν ἀποβλέψας εἰς τὸν πλατὺν
-
οὐρανὸν· Ὦ Ζεῦ πάτερ, δὸς ἢ τὸν Αἴαντα λαχεῖν, ἢ
-
τὸν ὑιὸν τοῦ Τυδέως. Οὕτω δὴ εἶπον. ἐκίνει δὲ ὁ ἀπὸ
-
τῆς Γερήνης ἱππικὸς Νέστωρ, ἐξώρμησε δὲ τῆς πε-