-
14
-
ΙΛΙΑΔΟΣ Η.
-
Καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
-
155 Τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
-
Πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα.
-
Εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη,
-
Τῷ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
-
Ὑμέων δʼ οἵπερ ἔασιν ἀριστῆες παναχαιῶν,
-
160 Οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
-
Ὣς νείκεσσʼ ὁ γέρων· οἱ δʼ ἐννέα πάντες ἀνέσταν.
-
Ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
-
Τῷ δʼ ἐπὶ Τυδείδης ὦρτο κρατερὸς Διομήδης·
-
Τοῖσι δʼ ἐπʼ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν·
-
165 Τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς, καὶ ὀπάων Ἰδομενῆος
-
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
-
Τοῖσι δʼ ἔπʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός.
-
Ἂν δὲ Θόας Ἀνδραιμονίδης, καὶ δῖος Ὀδυσσεύς.
-
Πάντες ἄρʼ οἵγʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
-
170 Τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
-
Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσι.
-
Οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς·
-
Καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι
-
Δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
-
175 Ὣς ἔφαθʼ· οἱ δὲ κλῆρον ἐσημῄναντο ἕκαστος,
-
Ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρείδαο.
-
Λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
-
Ὧδε δέ τις εἴπεσκεν, ἰδὼν εἰς οὐρανὸν εὐρύν·
-
Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱὸν
-
180 Ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
-
Ὣς ἄρʼ ἔφαν· πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ·