-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
δόνων, ὅς ποτε ἐρωτῶν ἐμὲ μεγάλως ἔχαιρεν ἐν τῷ
-
ἑαυτοῦ οἴκῳ, πάντων τῶν Ἑλλήνων λέγων καὶ διη-
-
γούμενος τὸ γένος τε καὶ τὴν γένεσιν· τούτους νῦν εἰ.
-
πάντας ἀκούσει φοβουμένους ὑπὸ τοῦ Ἕκτορος, πολ-
-
λάκις ἂν τὰς ἀγαπητὰς χεῖρας τοῖς ἀθανάτοις Θεοῖς
-
ἀνάσχοιε δεόμενος τὴν ψυχὴν ἀπὸ τῶν μελῶν χωρι-
-
σθεῖσαν ὑπεισελθεῖν εἰς τὸν οἶκον τοῦ ᾅδȣ. εἴθε γὰρ,
-
ὦ Ζεῦ πάτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον οὕτως ἀκ-
-
μάζοιμι, ὥσπερ ἡνίκα ἐπὶ τῷ ταχέως ῥέοντι Κελά-
-
δοντι ποταμῷ ἐπολέμουν συναθροιζόμενοι οἱ Πύλιοι,
-
καὶ οἱ πολεμικοὶ Ἀρκάδες παρὰ τοῖς τείχεσι τῆς
-
Φειᾶς πόλεως περὶ τὰ ῥεῖθρα καὶ ῥεύματα τοῦ Ἰαρ-
-
δάνου· τούτοις δὲ πρόμαχος ἵστατο Ἐρευθαλίων ἀνὴρ
-
ἴσος θεῷ, ὁπλα ἐχων ἐν τοῖς ὤμοις Ἀρηϊθόου τοῦ
-
βασιλέως, Ἀρηϊθόου τοῦ ἐνδόξου, ὃν κατʼ ἐπωνυμίαν
-
Κορυνήτην οἱ ἄνδρες ἐκάλουν, καὶ αἱ περικαλλῶς ἐ-
-
σταλμέναι γυναῖκες· διότι οὐ τόξῳ καὶ δόρατι μα-
-
κρῷ ἐπολέμει, ἀλλὰ ῥοπαλῳ σιδηρῷ ἐσχιζε καὶ ἔ-
-
τρεπε τὰς τάξεις. τοῦτον Λυκοῦργος ἀπέκτεινε δόλῳ,
-
οὐκ ἰσχύϊ, ἐν ὁδῷ στενῇ, ὅπου δὴ αὐτῷ τὸ ῥόπαλον
-
οὐκ ἀπεσόβησε τὸν ὄλεθρον, τὸ σιδηροῦν· προφθὰς
-
γὰρ ὁ Λυκοῦργος ἔτρωσεν αὐτὸν κατὰ τὸ μέσον τῷ
-
δόρατι· οὗτος δὲ ἐπὶ τὰ νῶτα πεσὼν τῷ ἐδάφει ἐ-
-
πεστηρίχθη· καὶ τὰ ὄπλα ἐσκύλευσεν, ἅπερ αὐτῷ
-
ὁ χαλκοῦς Ἄρης παρέσχετο· καὶ ταῦτα μὲν αὐτος
-
μετὰ ταῦτα ἐφόρει, ἐπὶ την συμπλοκὴν τοῦ πολέ-
-
μου· ἐπεὶ δὲ ὁ Λυκοῦργος ἐν τοῖς οἴκοις ἐγήρασεν,
-
ἔδωκεν Ἐρευθαλίωνι τῷ ἀγαπητῷ θεράποντι φορεῖν
-
οὗτος τὰ ὅπλα ἔχων προεκαλεῖτο τοὺς ἀρίστους ἅ-
-
παντας, οὗτοι δὲ πάνυ ἔτρεμον καὶ ἐφοβοῦντο, οὐ-
-
δέ τις ετόλμα· ἀλλʼ ἐμὲ δὲ ἡ καρτερὰ ψυχὴ ἀνα-
-
πείσασα ἐφώρμησε πολεμεῖν εὐτολμίᾳ ἰδίᾳ. ἡλικίᾳ
-
δὲ νεώτατος πάντων ἦν, καὶ ἐμαχόμην αὐτῷ ἐγὼ,