-
12
-
ΙΛΙΑΔΟΣ Η.
-
Ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ,
-
Πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε
-
Τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσει,
-
130 Πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
-
Θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
-
Αἲ γὰρ, Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη καὶ Ἄπολλον,
-
Ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
-
Ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι,
-
135 Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
-
Τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο, ἰσόθεος φὼς,
-
Τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος·
-
Δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν Κορυνήτην
-
Ἄνδρες κίκλησκον, καλλίζωνοί τε γυναῖκες,
-
140 Οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο, δουρί τε μακρῷ.
-
Ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας·
-
Τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε.
-
Στεινωπῷ ἐν ὁδῷ, ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
-
Χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
-
145 Δουρὶ μέσον περόνησεν· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
-
Τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
-
Καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
-
Αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
-
Δῶκε δʼ Ἐρευθαλίωνι, φίλῳ θεράποντι, φορῆναι·
-
150 Τοῦ ὅγε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
-
Οἱ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
-
Ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
-
Θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·