-
ΙΛΙΑΔΟΣ Η.
-
Ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,
-
100 Ἥμενοι αὖτι ἕκαστοι ἀκήριοι, ἀκλεὲς, αὕτως·
-
Τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθεν
-
Νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
-
Ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
-
Ἔνθά κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτὴ
-
105 Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν·
-
Εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν·
-
Αὐτός τʼ Ἀτρείδης, εὐρυκρείων Ἀγαμέμνων,
-
Δεξιτερῆς ἕλε χειρὸς, ἔπος τʼ ἔφατʼ, ἔκ τʼ ὀνόμαζε·
-
Ἀφραίνεις, Μενέλαε διοτρεφές· οὐδέ τί σε χρὴ
-
110 Ταύτης ἀφροσύνης· ἀνὰ δʼ ἴσχεο, κηδόμενός περ,
-
Μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι,
-
Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι·
-
Καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ
-
Ἔρʼῥιγʼ ἀντιβολῆσαι, ὅπερ σέο πολλὸν ἀμείνων.
-
115 Ἀλλὰ σὺ μὲν νῦν ἵζευ, ἰὼν μετὰ ἔθνος ἑταίρων·
-
Τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
-
Εἴπερ ἀδειής τʼ ἐστὶ, καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
-
Φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
-
Δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
-
120 Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως,
-
Αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο. τοῦ μὲν ἔπειτα
-
Γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
-
Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
-
Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
-
125 Ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς,
-
Ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,