-
ΠΑΡΑΦΡΑΣΙΣ
-
ὐμεῖς τὴν Τροίαν τὴν καλοὺς πύργους ἔχουσαω κα-
-
τάσχητε, ἢ ὑμεῖς δαμασθῆτε παρὰ ταῖς ναυσὶ ταῖς
-
περώσαις τὸν πόντον· ὑμῖν μὲν γὰρ (οὖν) εἰσὶν ἀρι-
-
στεῖς πάντων τῶν Ἑλλήνων· ἀπὸ τούτων νῦν ὅντινα
-
ἡ ψυχὴ ἐμοὶ πολεμῆσαι κελεύει, ἐλθέτω ἐνθάδε ἐκ
-
πάντων πρόμαχος εἶναι τῷ ἐνδοξῳ Ἕκτορι· οὕτω δέ
-
φημι, ὁ Ζεὺς δὲ ἡμῖν μάρτυς ἔστω, ἐὰν μὲν ἐκεῖνος
-
ἐμὲ ἀποκτείνῃ σιδήρῳ ἐκτεταμένῳ, τὰ ὅπλα σκυλεύ-
-
σας κομιζέτω ἐπὶ τὰς βαθείας ναῦς· τὸ ἐμὸν δὲ σῶ-
-
μα ἀποδότω εἰς τὸν οἶκον, ὅπως με πυρὸς μεταλα-
-
χεῖν καὶ μετασχεῖν ποιήσωσιν ἀποθανόντα οἱ Τρῷες,
-
καὶ αἱ τῶν Τρῴων γυναῖκες· ἐὰν δὲ ἐγὼ αὐτὸν ἀ-
-
ποκτείνω, παράσχῃ δέ μοι καύχημα ὁ Ἀπόλλων,
-
τὰ ὅπλα σκυλεύσας κομίσω πρὸς τὴν ἱερὰν Ἴλιον,
-
καὶ κρεμάσω εἰς τὸν ναὸν τοῦ μακροβόλου Ἀπόλλω-
-
νος, τὸν νεκρὸν δὲ ἀποδώσω ἐπὶ τὰς ναῦς τὰς εὐ-
-
καθέδρους, ὅπως αὐτὸν κηδεύσωσιν οἱ τὰς κεφαλὰς
-
κομῶντες Ἕλληνες, καὶ τάφον αὐτῷ ἐπιχέωσιν ἐπὶ
-
τῷ εὐρυχώρῳ Ἑλλησπόντῳ· καί τις ποτὲ εἴπῃ καὶ
-
ἀπὸ τῶν μεταγενεστέρων ἀνθρώπων, νηῒ πολυκα-
-
θέδρῳ πλέων κατὰ τὴν μέλαιναν θάλασσαν· οὗτος
-
ὁ τάφος ἔστιν ἀνδρὸς πάλαι ἀποθανόντος, ὅντινά
-
ποτε ἀνδραγαθοῦντα ἀπέκτεινεν ὁ λαμπρὸς Ἕκτωρ·
-
οὕτω ποτέ τις λέξει, ἡ ἐμὴ δὲ ἔνδοξος φήμη οὐδέ-
-
ποτε ἀπολεῖται. Οὕτως εἶπεν οὗτοι δὲ πάντες ἡ-
-
σύχασαν σιωπῇ, ἠδέσθησαν μὲν ἀρνήσασθαι, ἐφο-
-
βήθησαν δὲ ὑποδέξασθαι· μετὰ χρόνον δὲ ἱκανὸν
-
ἀνέστη ὁ Μενέλαος, καὶ εἶπεν ἐν αὐτοῖς, φιλονείκως
-
αὐτοῖς ὀνειδίζων, μεγάλως δὲ ἔστενεν ἐν τῇ ψυχῇ,
-
λέγων· Φεῦ, ὦ μάταια καυχώμενοι, Ἑλληνίδες
-
οὐκέτι Ἕλληνες, ὄντως δήπου ὕβρις καὶ ἀτιμία ταῦ-
-
τα ἔσται χαλεπῶς ἐκ τῶν χαλεπῶν ἡμῶν πράξεων,
-
εἰ μή τις νῦν ἀπὸ τῶν Ἑλλήνων ἐναντίον τοῦ Ἕκτο-
-
ρος πορεύσεται· ἀλλʼ ὑμεῖς μὲν πάντες εἴθε γένοισθε