-
ΙΛΙΑΔΟΣ Η.
-
Εἰςόκεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε,
- Ἤ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
-
Ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες παναχαιῶν·
-
Τῶν νῦν ὅντινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει,
-
75 Δεῦρʼ ἴτω ἐκ πάντων, πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
-
Ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
-
Εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναηκέϊ χαλκῷ,
-
Τεύχεα συλήσας, φερέτω κοίλας ἐπὶ νῆας,
-
Σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
-
80 Τρῶες, καὶ Τρῴων ἄλοχοι λελάχωσι θανόντα.
-
Εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων,
-
Τεύχεα συλήσας, οἴσω προτὶ Ἴλιον ἱρήν,
-
Καὶ κρεμόω ἐπὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο·
-
Τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
-
85 Ὄφρά ἑ ταρχεύσωσι καρηκομόωντες Ἀχαιοί,
-
Σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
-
Καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων,
-
Νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
-
Ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
-
90 Ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
-
Ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔποτʼ ὀλεῖται.
-
Ὣς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
-
Αἴδεσθεν μὲν ἀνῄνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
-
Ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο, καὶ μετέειπε,
-
95 Νείκει ὀνειδίζων, μέγα δʼ ἐστεναχίζετο θυμῷ·
-
Ὤμοι, ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτʼ Ἀχαιοί·
-
Ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς,
-
Εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.