-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
7
-
εὐόφθαλμος Ἀθηνᾶ· τούτων δὲ ὁ Ἕλενος ὁ ἀγαπητὸς
-
ὑιὸς τοῦ Πριάμου ἐνόησεν ἐν τῇ ψυχῇ τὴν βουλὴν, ἣ
-
δὴ τοῖς Θεοῖς βουλευομένοις ἤρεσκεν. ἔστη δὲ παρὰ
-
τὸν Ἕκτορα πορευθεὶς, καὶ εἶπε πρὸς αὐτὸν λόγον·
-
Ὦ Ἕκτορ ὑιὲ τοῦ Πριάμου, ἰσοστάσιε τῷ Διῒ κατὰ
-
τὴν βουλὴν, ἆρά τι πεισθείης μοι; αὐτάδελφος δέ
-
σόι εἰμι· τοὺς μὲν ἄλλους Τρῷας καὶ πάντας τοὺς
-
Ἕλληνας καθῆσαι ποίησον· σὺ δὲ προκάλεσαι, ὅς
-
τις ἄριστός ἐστινἙλλήνων, πολεμῆσαι ἐν τῇ χαλεπῇ
-
μάχῃ κατʼ ἐναντίωσιν βιαίαν· οὕπω γάρ σοι εἱμαρ-
-
μένον ἐστὶν ἀποθανεῖν, καὶ θάνατον ἐπισπάσασθαι·
-
οὕτω γὰρ ἐγὼ ἤκουσα φωνὴν θεῶν τῶν ἀεὶ ὄντων.
-
Οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ ἐχάρη, ἀκούσας τὸν λόγον·
-
καὶ δὴ εἰς τὸ μέσον ἐλθὼν, ἀνέστελλε τὰς τάξεις
-
τῶν Τρῴων, λαβόμενος τοῦ δόρατος ἐκ τοῦ μέσου.
-
οὗτοι δὲ σύμπαντες ἐκάθισαν. ἐκάθισε δὲ καὶ Ἀγα-
-
μέμνων τοὺς ἐυόπλους Ἕλληνας· ἐκάθισαν δὲ καὶ
-
ἡ Ἀθηνᾶ καὶ ὁ λαμπρότοξος Ἀπόλλων, ὁμοιωθέντες
-
ὄρνισιν αἰγυπιοῖς, ἐπὶ τῇ ὑψηλῇ δρυῒ τοῦ πατρὸς
-
τοῦ Διὸς τοῦ τὴν Αἰγίδα φοροῦντος, ἐφηδόμενοι τοῖς
-
ἀνδράσι· τούτων δὲ αἱ συνεχεῖς τάξεις ἐκάθηντο
-
ἀσπίσι καὶ περικεφαλαίαις, καὶ δόρασιν συνεσταλ-
-
μέναι. οἵα δὲ ἡ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρ-
-
χομένου κέχυται κατὰ θάλασσαν, τοῦ ζεφύρου ἐγει-
-
ρομένου τοπρῶτον μελαίνεται δὲ ἡ θάλασσα ὑπʼ
-
αὐτῆς· τοιαῦται δὴ αἱ τάξεις τῶν Ἑλλήνων τε καὶ
-
Τρῴων ἐκάθηντο ἐν τῷ πεδίῳ. ὁ Ἕκτωρ δὲ ἐν ἀμ-
-
φοτέροις εἶπεν· Ἀκούσατέ μου ὦ Τρῷες καὶ εὔοπλοι
-
Ἕλληνες, ἵνα εἴπω ἅ με ὁ λογισμὸς ἐν τῷ στήθει
-
κελεύει εἰπεῖν. τοὺς μὲν ὅρκους ὁ ὑιὸς τοῦ Κρόνου
-