-
ΙΛΙΑΔΟΣ Η.
-
Ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
-
Τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ
-
45 Βουλὴν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
-
Στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν, καί μιν πρὸς μῦθον ἔειπεν·
-
Ἕκτορ, ὑιὲ Πριάμοιο, Διῒ μῆτιν ἀτάλαντε,
- Ἦ ῥά νύ μοί τι πίθοιο; κασίγνητος δέ τοί εἰμι·
-
Ἄλλους μὲν κάθισον Τρῷας καὶ πάντας Ἀχαιούς·
-
50 Αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅστις ἄριστος,
-
Ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
-
Οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
-
Ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
-
Ὣς ἔφαθʼ· Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα, μῦθον ἀκοȣ́σας·
-
55 Καί ῥʼ ἐς μέσσον ἰὼν, Τρῴων ἀνέεργε φάλαγγας,
-
Μέσσον δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
-
Κάδδʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
-
Κάδδʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
-
Ἑζέσθην, ὄρνισιν ἐοικότες αἰγυπιοῖσι,
-
60 Φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο,
-
Ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ,
-
Ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
-
Οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
-
Ὀρνυμένοιο νέον μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς·
-
65 Τοῖαι ἄρα στίχες εἵατο Ἀχαιῶν τε Τρῴων τε
-
Ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
-
Κέκλυτέ μευ, Τρῷες, καὶ ἐϋκνήμιδες Ἀχαιοὶ,
-
Ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
-
Ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν.
-
70 Ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,