-
4
-
ΙΛΙΑΔΟΣ Η.
-
-
15 Δεξιάδην, ἵππων ἐπιάλμενον ὠκειάων,
-
Ὦμον· ὁ δʼ ἐξ ἵππων χαμάδις πέσε· λῦντο δὲ γυῖα.
-
Τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
-
Ἀργείους ὀλέκοντας, ἐνὶ κρατερῇ ὑσμίνῃ,
-
Βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
-
20 Ἴλιον εἰς ἱρήν· τῇ δʼ ἀντίος ὤρνυτʼ Ἀπόλλων,
-
Περγάμου ἐκκατιδὼν, Τρῴεσσι δὲ βούλετο νίκην.
-
Ἀλλήλοισι δὲ τώγε συναντέσθην παρὰ φηγῷ.
-
Τὴν πρότερος προσέειπεν ἄναξ, Διὸς ὑιὸς, Ἀπόλλων·
-
Τίπτε σὺ δʼ αὖ μεμαυῖα, Διὸς θύγατερ μεγάλοιο,
-
25 Ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
-
Ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
-
Δῷς; ἐπεὶ οὔτι Τρῷας ἀπολλυμένους ἐλεαίρεις.
-
Ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
-
Νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
-
30 Σήμερον· ὕστερον αὖτε μαχήσοντʼ, εἰςόκε τέκμωρ
-
Ἰλίου εὕρωσιν· ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
-
Ὑμῖν ἀθανάτῃ(οι)σι, διαπραθέειν τόδε ἄστυ.
-
Τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
-
Ὧδʼ ἔστω, Ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
-
35 Ἦλθον ἀπʼ Οὐλύμποιο, μετὰ Τρῶας καὶ Ἀχαιούς.
-
Ἀλλʼ ἄγε, πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
-
Τὴν δʼ αὖτε προσέειπεν ἄναξ, Διὸς υἱὸς, Ἀπόλλων·
-
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
-
Ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
-
40 Ἀντίβιον μαχέσασθαι, ἐν αἰνῇ δηϊοτῆτι·
-
Οἱ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
-
Οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.