-
2
-
ΤΗΣ ΟΜΗΡΟΥ
-
ΙΛΙΑΔΟΣ
-
ΡΑΨΩΔΙΑ. Η.
-
Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ·
-
Τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
-
Ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
-
Ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
-
5 Οὖρον, ἐπὴν κεκάμωσιν ἐϋξέστῃσʼ ἐλάτῃσι
-
Πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται.
-
Ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
-
Ἔνθʼ ἑλέτην, ὁ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος,
-
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
-
10 Γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
-
Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
-
Αὐχένα ὑπὸ στεφάνης ἐϋχάλκου· λῦσε δὲ γυῖα.
-
Γλαῦκος δʼ, Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,
-
Ἰφίνοον βάλε δουρὶ, κατὰ κρατερὴν ὑσμίνην,