- ΠΑΡΑΦΡΑΣΙΣ.
-
37
- τοῦ ἱερείου καὶ ἔσφαξαν αὐτὸ, καὶ ἐξέδειραν, καὶ τοὺς
- μηροὺς ἀπέκοψαν, καὶ λίπει αὐτοὺς κατεκάλυψαν,
- διττὰς μοίρας ποιήσαντες, ἐπάνω αὐτῶν ὠμά κρέα
- ἀπὸ τῶν ἄλλων ἔθηκαν, ἔκαιε δ’ αὐτοὺς ὁ γέρων ὁ Χρύ-
- σης ἐπάνω τῶν σχιζῶν, καυϛικὸν δὲ οἶνον ἐπέσπενδε,
- νέοι δὲ πλησίον αὐτοῦ ὄργανα σιδηρᾶ ταῖς χερσὶ κα-
-
τεῖχον· ἐπεὶ δὲ κατεκαύθησαν οἱ μηροὶ καὶ τὰ ἐντό-
-
σθια ἔφαγον, τὰ ἀλλὰ δὴ πάντα κρέα εἰς μικρὰ ἔτε-
- μὸν, καὶ περιέπειραν αὐτὰ τοῖς ὀβελοῖς, καὶ ὤπτη-
- σὰν περιεσκεμμένως, καὶ ἐξήγαγον πάντα· ἐπεὶ δὲ
- ἔληξαν τοῦ πόνου καὶ εὐτρέπισαν τὴν εὐωχίαν, εὐω-
-
χοῦντο· οὐκέτι δὲ ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ
- τραπέζῃ κειμένης· ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἐπλήρωσαν,
- τῆς τε πόσεως καὶ τροφῆς, νέοι μὲν τοὺς κρατῆρας ὑ-
-
περχειλεῖς ἐποιήσαντο πόματος, ἀρξάμενοι δὲ διένει-
- μαν πᾶσι τοῖς ἐκπώμασι· οἱ δὲ παῖδες τῶν Ἑλλήνων
- κατὰ πᾶσαν τὴν ἡμέραν δι’ ὠδῆς τὸν θεὸν ἐξευμενί-
-
ζοντο ἐμμελῆ παιᾶνα ᾄδοντες, ὑμνοῦντες τὸν πόῤῥω-
- θεν, ἐργαζόμενον· ὁ δὲ ἀκούων εὐφραίνετο κατὰ τὸν λο-
-
γισμόν. ὁπηνίκα δὲ ὁ ἥλιος ἔδυ καὶ ἐπῆλθε τὸ τῆς
- νυκτὸς σκότος, τότε δὴ ἐκοιμήθησαν πλησίον τῶν ἀπο-
-
γείων σχοινίων τῆς νεὼς· ὁπηνίκα δὲ ἐφάνη ἡ λαμπρὰ
- καὶ περιφανὴς ἡμέρα ἡ μετὰ τὸν ὄρθρον γεννομένη,
- καὶ δὴ τότε ἀνήγοντο ἐπὶ τὸν πολὺν ϛρατὸν τῶν Ἑλ-
-
λήνων· τούτοις δὲ ἄνεμον ἐπιτήδειον ἔπεμψεν ὁ πόῤῥω-
-
θεν ἐργαζόμενος Ἀπόλλων· οἱ δὲ τὸν ἱϛτὸν ἔϛἦσαν, καὶ
- τὴν ὀθόνην τὴν λευκὴν ἀνεπέτασαν· ἐνέπνευσε δὲ ὁ ἄ-
- νεμος κατὰ τὸ μέσον τῆς ὀθόνης, τὸ κῦμα δὲ τὸ μέλαν
- παρὰ τῇ τρόπιδι μεγάλως ἤχει, τῆς νεὼς πορευομέ-
-
νης· ἡ δὲ ἔτρεχε ἐπὶ τοῦ κύματος διαπερῶσα τὴν τῆς
- θαλάττης πορείαν· ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ τὸν πολὺν
-
ϛρατὸν τῶν Ἑλλήνων, τὴν ναῦν μὲν οὗτοι τὴν μέλαι-
-
ναν ἐπὶ τῆς ξηρᾶς εἵλκυσαν ἐφ’ ὕψους ἐπὶ τῆς ἄμμου·
- ὑπερείσματα δὲ αὐτῇ μακρὰ ὑπέτειναν, αὐτοὶ δὲ ἐσκε-
-
δάσθησαν ἐπί τε τὰς σκηνὰς, καὶ τὰς ναῦς. Ὁ δὲ ἐμνη-