-
36
-
ΙΛΙΑΔΟΣ Α.
-
Αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη, καὶ σπλάγχνʼ ἐπάσαντο,
-
Μύϛυλλόν τʼ ἄρα τἄλλα, καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
-
465 Ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα·
-
Αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
-
Δαίνυντʼ· οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
-
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
-
Κοῦροι μὲν κρητῆρας ἐπεϛέψαντο ποτοῖο·
-
-
470 Νώμησαν δʼ ἄρα πᾶσιν, ἐπαρξάμενοι δεπάεσσιν.
-
Οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,
-
Καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν,
-
Μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετʼ ἀκούων.
-
Ἦμος δʼ ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθεν,
-
475 Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
-
Ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
-
Καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ ϛρατὸν εὐρὺν Ἀχαιῶν·
-
Τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
-
Οἱ δʼ ἱϛὸν ϛήσαντʼ, ἀνά θʼ ἱϛία λευκὰ πέτασσαν·
-
480 Ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
-
Στείρῃ πορφύρεον μεγάλʼ ἴαχε, νηὸς ἰούσης·
-
Ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθα.
-
Αὐτὰρ ἐπεί ῥʼ ἵκοντο μετὰ ϛρατὸν εὐρὺν Ἀχαιῶν,
-
Νῆα μὲν οἵγε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
-
485 Ὑψοῦ ἐπὶ ψαμάθου, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
-
Αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
-
Αὐτὰρ ὁ μήνιε, νηυσὶ παρήμενος ὠκυπόροισιν
-
Διογενὴς Πηλέως υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς,
-
Οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
-
490 Οὔτέ ποτʼ εἰς πόλεμον γʼ· ἀλλὰ φθινύθεσκε φίλον κῆρ,