-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
35
- ἐντὸς τοῦ λιμένος τοῦ ἐπὶ πολὺ βάθος διήκοντος πα-
-
ρεγένοντο, τὴν ὀθόνην μὲν συνέϛειλαν, κατέθηκαν δὲ
- αὐτὴν ἐν τῇ νηῒ τῇ μελαίνῃ· τὸν ἱϛὸν δὲ τῇ ἱϛοθήκῃ
- ἥρμοσαν, χαλάσαντες αὐτὸν τοῖς σχοινίοις ταχέως·
- τὴν ναῦν δὲ εἶ τὸν ὅρμον ταῖς κώπαις εἵλκυσαν, ἐξέ-
- βαλον δὲ τὰς ἀγκύρας, κατέδησαν δὲ τὰ πρυμνήσια·
- ἐξῆλθον δὲ καὶ αὐτοὶ ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσ-
- σης, ἐξήγαγον δὲ τὴν μεγάλην θυσίαν τῷ πόῤῥωθεν
- βάλλοντι Ἀπόλλωνι· ἐξῆλθε δὲ ἡ τοῦ Χρύσου θυγά-
- τηρ τῆς νεὼς τῆς περώσης τὸν πόντον· ταύτην μὲν δὴ
- ἐπὶ τὸν βωμὸν ἀγαγὼν ὁ πόριμος τὰς βουλὰς Οδυσ-
-
σεὺς τῷ προσφιλεῖ αὐτῆς πατρὶ ἐνεχείρισε, καὶ πρὸς
- αὐτὸν εἴπε· ὦ Χρύση, ὁ Ἀγαμέμνων με ἔπεμψεν ὁ
- βασιλεὺς τῶν λαῶν, σοί τε ἀγαγεῖν τὴν θυγατέρα, καὶ
- τῷ Φοίβῳ τὴν ἱερὰν μεγάλην θυσίαν θυσιάσαι ὑπὲρ
- τῶν Ἑλλήνων, ἵνα ἐξευμενισώμεθα τὸν βασιλέα Ἀ-
-
πόλλωνα, ὅϛις νὺν κατὰ τῶν Ἑλλήνων λύπας ἔπεμψε
- πολλῶν ϛεναγμῶν αἰτίας. Οὕτως εἰπὼν ἐνεχείρισεν
- αὐτῷ· ὁ δὲ παρέλαβε μετὰ χαρᾶς τὴν προσφιλῆ θυ-
-
γατέρα· οἱ δὲ ταχέως τῷ θεῷ τὴν ἔνδοξον θυσίαν ἐφε-
-
ξῆς ἔϛησαν περὶ τὸν βωμὸν τὸν καλῶς ᾠκοδομημένον·
-
- τούτοις δὲ ὁ Χρύσης ἐξαισίως ἠύχετο τὰς χεῖρας ἀνα-
- τείνας, λέγων· ἐπάκουσον μου, ὦ ἀργυρότοξε, ὃς τῆς
-
Χρύσης ὑπερασπίζεις, καὶ τῆς Κίλλης τῆς θειοτάτης,
- καὶ τῆς Τενέδου κραταιῶς βασιλεύεις· πρὸ ὀλίγου μὲν
- πρότερον ἐπήκουσας μου εὐχὴν ποιησαμένου, ἐτίμησας
- μὲν ἐμὲ· μεγάλως δὲ ἔβλαψας τὸ πλῆθος τῶν Ἑλλή-
- νων· καὶ νῦν δὴ μοι ἔτι ταύτην τὴν ἐπιθυμίαν τελεί-
- ωσον· ἀπάρτι τοῖς Ἕλλησι τὸν ἀπρεπῆ ὄλεθρον ἀπο-
-
σόβησον· Οὕτως εἶπεν εὐχόμενος· τούτου δὲ ἐπήκουσεν
- ὁ λαμπρὸς Ἀπόλλων. ἐπεὶ δὲ τὴν εὐχὴν ἐποιήσαντο,
- καὶ τὰ κανᾶ, ἐν οἷς αἱ κριθαὶ, προέτειναν χέοντες τὰς
- σὺν ἁλσὶ κριθὰς, ἀνέϛρψαν μὲν πρῶτον τὸν τράχηλον