-
34
-
ΙΛΙΑΔΟΣ Α.
-
435 Ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
-
Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης·
-
-
Ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι.
-
Ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
-
Τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς,
-
-
440 Πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν·
-
Ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
-
Παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
-
Ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρʼ ἱλασσώμεθα Ἄνακτα,
-
Ὃς νῦν Ἀργείοισι πολύϛονα κήδεʼ ἐφῆκεν.
-
445 Ὣς εἰπὼν, ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων
-
Παῖδα φίλην· τοί δʼ ὦκα θεῷ κλειτὴν ἑκατόμβην
-
Ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν.
-
Χερνίψαντο δʼ ἔπειτα, καὶ οὐλοχύτας ἀνέλοντο.
-
Τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο, χεῖρας ἀνασχών.
-
450 Κλῦθί μευ, Ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας,
-
Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις·
-
Ἤδη μὲν ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο·
-
Τίμησας μὲν ἐμὲ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
-
Ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρῄηνον ἐέλδωρ,
-
455 Ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
-
Ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων·
-
Αὐτὰρ ἐπεί ῥʼ εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
-
Αὖ ἔρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν,
-
Μηρούς τʼ ἐξέταμον, κατά τε κνίσσῃ ἐκάλυψαν,
-
460 Δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
-
Καῖε δʼ ἐπὶ σχίζαις ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
-
Λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.