-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
33
-
τὴν δόξαν· ὃν δὴ καὶ ἐφοβήθησαν οἱ μακάριοι θεοὶ,
-
καὶ οὐκέτι ἐδέσμευσαν τὸν Δία· Τούτων δὴ αὐτὸν
-
ἀναμνήσασα, πλησίον κάθισον καὶ λαβοῦ τῶν γονά-
-
τῶν αὐτοῦ, εἴπως ἂν ἐθελήσῃ συνάρασθαι μὲν καὶ
-
βοηθῆσαι τοῖς Τρωσὶ· τοὺς δὲ Ἕλληνας ἐπί τε τὰς
-
ναῦς σνελαθῆναι ποιῆσαι, καὶ ἐπὶ τὴν θάλασσαν
-
ἀναρουμένους, ὅπως πάντες παραπολαύσωσι τοῦ βα-
-
σιλέως, μάθη δὲ καὶ αὐτὸς ὁ ὑιὸς τοῦ Ἀτρέως, ὁ μέ-
-
γας βασιλεὺς Ἀγαμέμνων τὴν ἑαυτοῦ βλάβην, ὅτι
-
τὸν κράτιϛον τῶν Ἑλλήνων κατʼ οὐδὲν ἐτίμησε. Πρὸς
-
τοῦτον δὲ ἀπεκρίνατο ἡ Θέτις σφόδρα δακρυῤῥοοῦσα·
-
Οἴμοι, ὦ τέκνον ἐμὸν, τίνος χάριν σε ἀνέθρεψα ἐπὶ
-
κακῇ μοίρᾳ τεκοῦσα; εἴθε ἀποκείμενον ἦν σοί παρὰ
-
ταῖς ναυσὶν ἀδακρύτῳ καὶ ἀβλαβεῖ καθῆσθαι, ἐπει-
-
δή σοι ἡ τῆς ζωῆς μοῖρα ἐπʼ ὀλίγον χρόνον ἐστὶν,
-
οὐκέτι σφόδρα ἐπὶ πολὺν· νῦν δʼ ἄμα καὶ ὀλιγο-
-
χρόνιος, καὶ ἄθλιος πλέον πάντων ἐγένου, δὶ ὃ δὴ
-
ἐπὶ κακῇ μοίρᾳ σε ἔτεκον ἐπὶ τῶν οἴκων· τοῦτον δέ
-
σοι τὸν λόγον λέξουσα τῷ Δῒ τῷ τρέποντι τοὺς ἐναν-
-
τίους τῷ κεραυνῷ, ἀπέρχομαι ἐγὼ πρὸς τὸν οὐ-
-
ρανὸν ἀφʼ οὗ οἱ σφοδροὶ νιφετοὶ, ἐάν γε πεισθέιη·
-
ἀλλὰ σὺ μὲν νῦν παρὰ ταῖς ναυσὶ καθήμενος ταῖς
-
τακείαις, μησικάκει τοῖς Ἕλλησι, ἀπὸ τοῦ πολέμου
-
δὲ ἀργίαν ἄγε παντελῆ· ὁ γὰρ Ζεὺς εἰς τὸν Ὀκεανὸν
-
ἐπὶ τοὺς ἀμέμπτους Αἰθίοπας ἀπῆλθε χθὲς εἰς εὐω-
-
χίαν· οἱ θεοὶ δὲ οἱ πλείους ἅμα αὐτῷ ἠκολούθουν· κα-
-
τὰ δὲ τὴν δωδεκάτην ἡμέραν ἐπανελεύσεται ἐπὶ τὸν
-
Ὄλυμπον, καὶ τότε δὴ ἀπελεύσομαι πρὸς τὸ τοῦ Διὸς
-
οἴκημα τὸ ἰσχυρὸν, καὶ δεήσομαι αὐτοῦ τῶν γονάτων
-
ἁπτομένη, καὶ ὑπολαμβάνω πείσεσθαί μοι αὐτόν.
-
Οὕτω δὴ εἰποῦσα ἀπελήλυθε· τὸν δὲ κατέλιπεν ἐκεῖ
-
βαρεῖαν ὀργὴν ἔχοντα κατὰ ψυχὴν, ἕνεκα τῆς πολυ-
-
τελῶς ἐϛολισμένης γυναικὸς, ἣν βιαίως καὶ μὴ βουλο-
-
μένου αὐτοῦ ἀφείλοντο. ὁ Ὀδυσσεὺς δὲ εἰς τὴν Χρύσαν
-
κατέλαβε, ἄγων τὴν ἱερὰν μεγάλην θυσίαν· οἳ δὴ ὅτε
-
5
- VOL. I.