-
ΙΛΙΑΔΟΣ Α.
-
Αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
-
Τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς
-
Κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
-
410 Γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων.
-
Ἣν ἄτην, ὅτʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
-
Τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
- Ὤμοι, τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
-
Αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
-
415 Ἧσθαι· ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν·
-
Νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς πέρι πάντων
-
Ἔπλεο· τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι·
-
Τοῦτο δέ τοι ἐρέουσα ἔπος Διῒ τερπικεραύνῳ
-
Εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
-
420 Ἀλλὰ σὺ μὲν νῦν, νηυσὶ παρήμενος ὠκυπόροισι,
-
Μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·
-
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας
-
Χθιζὸς ἔβη μετὰ δαῖτα· θεοὶ δʼ ἅμα πάντες ἕποντο·
-
Δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται Οὔλυμπόνδε·
-
425 Καὶ τότʼ ἔπειτά γε εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
-
Καί μιν γουνάσομαι, καί μιν πείσεσθαι ὀΐω.
-
Ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο· τὸν δʼ ἔλίπʼ αὐτοῦ
-
Χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς,
-
Τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
-
430 Ἐς Χρύσην ἵκανεν, ἄγων ἱερὴν ἑκατόμβην.
-
Οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
-
Ἱϛία μὲν ϛείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ·
-
Ἱϛὸν δʼ ἱϛοδόκῃ πέλασαν, προτόνοισιν ὑφέντες·
-
Καρπαλίμως τήνδʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς·