-
ΑΡΑΦΡΑΣΙΣ.
- 31
-
καὶ τὰ περικαλλῆ λύτρα δέχεσθαι, ἀλλʼοὐ τῷ ὑιῷ τοῦ
-
Ἀτρέως τῷ Ἀγαμέμνονι ἤρεσκε τοῦτο κατὰ τὴν έαυτοῦ
-
ψυχὴν, καὶ δὴ σκληρῶς ἀτὸν ἀπέπεμψεν, ἰσχαρὸν δὲ
-
ἐπίταγμα προσέταττε. Ὀργὴν δὲ βαρεῖαν ἔχων ὁ γέ-
-
ρων, ἐπανέϛρεψεν· τούτου δὲ ὁ Ἀπόλλων εὐχὴν ποιη-
-
σαμένου ἐπήκουσε, ἐπειδὴ σφόδρα ἦν ἀυτῷ φίλος· ἀφῆ-
-
κε δὲ κατὰ τῶν Ἑλλήνων βέλος κακοτικὸν· οἱ ὄχλοι
-
δὲ ἀπέθνησκον ἀλλεπάλληλοι καὶ συνεχεῖς· τὰ δὲ τοῦ
-
θεοῦ βέλη ἐπέμπετο πανταχόσε ἀνὰ ( ἐπὶ ) τὸν πολὺν
-
ϛρατὸν τῶν Ἑλλήνων· ἡμῖν δὲ ὁ μάντις καλῶς εἰδὼς
-
τὰς μαντείας τοῦ Ἀπόλλωνος δημηγορῶν ἀνέφαινε· εὐ-
-
θέως ἐγὼ πρώτως ἔλεγον ἐξευμενίζεσθαι τὸν θεὸν· τὸν
-
δὲ τοῦ Ἀτρέως ὑιὸν ὀργὴ κατέσχε· σὺν ταχυτῆτι δὲ ἀ-
-
ναϛὰς, ἠπείλησεν ἐμοὶ ἀπειλὴν, ἣ δὴ καὶ τετελεσμένη
-
ἐϛίν. Τὴν κὲν γὰρ Χρυσηΐδα διὰ νεὼς ταχείας Ἕλλη-
-
νες ἐυόφθαλμοι ( ἢ ἑλίσσειν τὰς κώπας εἰδότες ) ἐς τὴν
-
Χρύσαν παραπέμπουσι, κομίζουσι δὲ καὶ δῶρα τῷ βα-
-
σιλεῖ Ἀπόλλωνι· τὴν δὲ θυγατέρα τοῦ Βρισέως νῦν νε-
-
ωϛὶ ἀπὸ τῆς ἐμῆς σκηνῆς ἀπῆλθον οἱ κήρυκες ἄγοντης,
-
ἥν μοι δεδώκασιν οἱ ὑιοὶ τῶν Ἑλλήνων· ἀλλὰ σὺ εἴ τινα
-
δύναμιν ἔχεις, ἀντιλαβοῦ τοῦ καλοῦ παιδὸς, ἀνελθοῦ-
-
σα εἰς τὸν Ὄλυμπον δεήθητι τοῦ Διὸς, ἐάν ποτέ τι ἢ λό-
-
γω ὠφέλησας τὴνʼ καρδίαν τοῦ Διὸς, ἢ καὶ ἔργῳ· πολ-
-
λάκις γάρ σου ἤκουσα ἐν τῷ οἴκῳ τοῦ πατρὸς καυχω-
-
μένης, ὅτε ἔλεγες, τῷ τοῦ Κρόνου ὐιῷ τῷ τῆς συπιλή-
-
σεως καὶ σκοτώσεως τῶν νεφῶν αἰτίῳ μόνη ἐν τοῖς θεοῖς
-
ἀπρεπῆ ὄλεθρον ἀποσοβῆσαι, ὅτε ἀυτὸν ἤθελον συνδῆ-
-
σαι οἱ λοιποὶ οὐράνιοι θεοὶ, ἡ Ἥρα καὶ ὁ Ποσειδῶν
-
καὶ ἡ Ἀθηνᾶ ἡ Παλλὰς· ἀλλὰ σὺ, ὦ θεὰ, παραγενο-
-
μένη τοῦτον ἀπήλλαξας ταχέως τῶν δεσμῶν, τὸν Ἑκα-
-
τόγχειρα καλέσασα ἐπὶ τὸν ὑψηλὸν Ὄλυμπον, ὃν οὶ
-
μὲν θεοὶ Βριάρεων ὀνομάζουσιν, οἱ ἄνθρωποι δὲ πάντες
-
Αἰγαίωνα· οὗτος γὰρ κατὰ τὴν ἰσχὺν ἀμείνων ἐϛὶ τοῦ
-
ἑαυτοῦ πατρὸς, ὃς δὴ τότε ἀνελθὼν ἐκαθέζετο παρὰ
-
τῷ ὑιῷ τοῦ Κρόνου λαμπρυνόμενος, καὶ διαχευόμενος διὰ