-
30
-
ΙΛΙΑΔΟΣ Α.
-
Χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων
-
380 Εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν·
-
Ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος. οἱ δέ νυ λαοὶ
-
Θνῆσκον ἐπασσύτεροι· τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
-
Πάντῃ ἀνὰ ϛρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
-
Εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο.
-
385 Αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
-
Ἀτρείωνα δʼ ἔπειτα χόλος λάβεν· αἶψα δʼ ἀναϛὰς
-
Ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστίν.
-
Τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
-
Ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρʼ Ἄνακτι·
-
390 Τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
-
Κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.
-
Ἀλλὰ σὺ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος·
-
Ἐλθοῦσʼ οὔλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τι
-
Ἢ ἔπει ὤνησας κραδίην Διὸς, ἠὲ καὶ ἔργῳ.
-
395 Πολλάκι γὰρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
-
Εὐχομένης, ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
-
Οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
-
Ὁππότε μιν ξυνδῆσαι ὀλύμπιοι ἤθελον ἄλλοι,
-
Ἥρη τʼ, ἠδὲ Ποσειδάων, καὶ Παλλὰς Ἀθήνη·
-
400 Ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν,
-
Ὦχʼ Ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν ὄλυμπον,
-
Ὃν Βριάρεων καλέουσι θεοὶ, ἄνδρες δέ τε πάντες
-
Αἰγαίωνʼ· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων·
-
Ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
-
405 Τὸν καὶ ὑπέδδεισαν μάκαρες θεοὶ, οὐδʼ ἔτʼ ἔδησαν.
-
Τῶν νῦν μιν μνήσασα παρέζεο, καὶ λαβὲ γούνων,