-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
29
-
τῆς θαλάσσης τῆς λευκῆς ὁρῶν ἐπὶ τὸν μέλανα πόντον·
-
κατὰ πολὺ δὲ τῇ προσφιλεῖ αὐτοῦ μητρὶ ἠύξατο τὰς
-
χεῖρας ἐκτείνων, λέγων· ὦ μῆτερ, ἐπεί με ἐγέννη-
-
σας ὀλιγοχρόνιον ἐσόμενον, τιμήν μοι ὤφειλε δοῦναι
-
ὁ οὐράνιος Ζεὺς, ὁ τῶν βροντῶν αἴτιος· νῦν δὲ οὐδὲ
-
ἐπὶ μικρόν με ἐτίμησε· ὄντως γάρ με ὁ τοῦ Ἀτρέως
-
ὑιὸς ὁ μέγας βασιλεὺς Ἀγαμέμνων ἄτιμον ἐποίησεν·
-
ἀφείλετο γὰρ τὸ ἐμὸν γέρας ἀυτὸς, ἀλλοτριώσας τοῦ-
-
το ἀπʼ ἐμοῦ. Οὕτως εἶπε δακρυῤῥοῶν. τούτου δὲ ἤ-
-
κουσεν ἡ σεπτὴ μήτηρ καθημένη ἐν τῷ βάθει τῆς θα-
-
λάσσης παρὰ τῷ πατρὶ ἀυτῆς τῷ γέροντι· ταχέως δὲ
-
ἀνῆλθεν ἀπὸ τῆς λευκῆς θαλάσσης, ὥσπερ ὀμίχλη,
-
καὶ πρὸ προσώπου ἀυτοῦ ἐκάθισε δακρυῤῥοοῦντος,
-
τῇ χειρὶ δὲ ἀυτὸν κατέψησε, καὶ λόγον εἴρηκε, καὶ
-
ἐξ ὀνόματος ἐκάλεσε λέγουσα· ὦ παῖ, διὰ τί κλαί-
-
εις; τί δέ ἐϛι τὸ πένθος, ὃ ἐπὶ σὲ ἀφίκετο κατὰ τοὺς
-
λογισμοὺς, ἔξειπε, μὴ κρύψῃς ἐν τῷ νῷ, ἵνα ἀμ-
-
φότεροι γινώσκωμεν. Πρὸς ταύτην δὲ βαρέως ϛενάζων
-
εἶπεν ὁ ταχὺς τοὺς πόδας Ἀχιλλεύς. Οἶδας, τίνος
-
χάριν σοι ταῦτα ἐρῶ, πάντα γινωσκούσῃ; ὅμως ἐρῶ
-
δή. Ἀπήλθομεν εἰς τὴν ἱερὰν πόλιν τοῦ Ἠετίωνος,
-
τὰς Θήβας λέγω· ταύτην δὲ ἐξεπορθήσαμεν, καὶ ἠγά-
-
γομεν ἐνταῦθα πάντα τὰ τῆς λείας· καὶ ταῦτα μὲν
-
καλῶς ἐμερίσαντο ἐν σφίσιν ἀυτοῖς οἱ ὑιοὶ τῶν Ἑλ-
-
λήνων· ἐξελέξαντο δὲ τῷ ὑιῷ τοῦ Ἀτρέως τὴν θυγα-
-
τέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον· ὁ Χρύσης δὲ ὁ ἱε-
-
ρεὺς τοῦ πόῤῥωθεν τοξεύοντος Ἀπόλλωνος ἀφίκετο ἐπὶ
-
τὰς ταχείας ναῦς τῶν Ἑλλήνων τῶν σιδηροθωράκων,
-
ἐλευθερώσων τὴν θυγατέρα, καὶ φέρων ἔτι καὶ πλεῖϛα
-
λύτρα, καὶ τὸ ϛέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ πόῤ-
-
ῥωθεν βάλλοντος Ἀπόλλωνος, ἐπὶ τῇ ῥάβδῳ τῇ χρυσῇ
-
καὶ τιμίᾳ, καὶ ἱκέτευε πάντας τοὺς Ἕλληνας, τοὺς δύο
-
δὲ ὑιοὺς τοῦ Ἀτρέως μᾶλλον τῶν ἄλλων, τοὺς βασιλεῖς
-
καὶ διατάκτορας τῶν ὄχλων· τότε οἱ ἄλλοι μὲν πάντες
-
Ἕλληνες ἐπεβόησαν, ἀξιοῦντες αἰσχύνεσθαι τὸν ἱερέα,