-
-
ΙΛΙΑΔΟΣ Α.
-
Τιμήν περ μοι ὄφελλεν ὀλύμπιος ἐγγυαλίξαι,
-
Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
- Ἦ γάρ μʼ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
-
335 Ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
-
Ὣς φάτο δακρυχέων· τοῦ δʼ ἔκλυε πότνια μήτηρ,
-
Ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
-
Καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς, ἠΰτʼ ὀμίχλη·
-
Καί ῥα πάροιθεν αὐτοῖο καθέζετο δακρυχέοντος,
-
360 Χειρί τέ μιν κατέρεξεν, ἔπος τʼ ἔφατʼ, ἔκ τʼ ὀνόμαζε·
-
Τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
-
Ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
-
Τὴν δὲ βαρυϛενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
-
Οἶσθα· τίη τοι ταῦτʼ εἰδυίῃ πάντʼ ἀγορεύω;
-
365 Ὠιχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
-
Τὴν δὲ διεπράθομέν τε, καὶ ἤγομεν ἐνθάδε πάντα·
-
Καὶ τὰ μὲν εὖ δάσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
-
Ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηΐδα καλλιπάρῃον·
-
Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος,
-
370 Ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων,
-
Λυσόμενός τε θύγατρα, φέρων τʼ ἀπερείσιʼ ἄποινα,
-
Στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος,
-
Χρυσέῳ ἀνὰ σκήπτρῳ· καὶ ἐλίσσετο πάντας Ἀχαιούς,
-
Ἀτρείδα δὲ μάλιϛα, δύω κοσμήτορε λαῶν.
-
375 Ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ,
-
Αἰδεῖσθαί θʼ ἱερέα, καὶ ἀγλαὰ δέχθαι ἄποινα·
-
Ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ·
-
Ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·