-
26
-
ΙΛΙΑΔΟΣ Α.
-
Εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι,
-
Ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔϛαι.
-
325 Ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
-
Τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
-
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
-
Τὸν δʼ εὗρον παράτε κλισίῃ καὶ νηῒ μελαίνῃ
-
Ἥμενον· οὐδʼ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς.
-
330 Τὼ μὲν ταρβήσαντε, καὶ αἰδομένω βασιλῆα,
-
Στήτην, οὐδέ τί μιν προσεφώνεον, οὐδʼ ἐρέοντο·
-
Αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, φώνησέν τε·
-
Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν·
-
Ἆσσον ἴτʼ· οὔτί μοι ὔμμες ἐπαίτιοι, ἀλλʼ Ἀγαμέμνων,
-
335 Ὃς σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
-
Ἀλλʼ ἄγε, διογενὲς Πατρόκλεις, ἔξαγε κούρην,
-
Καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυρες ἔϛων
-
Πρός τε θεῶν μακάρων, πρός τε θνητῶν ἀνθρώπων,
-
Καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος· εἴποτε δʼ αὖτε
-
340 Χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
-
Τοῖς ἄλλοις· ἦ γὰρ ὅγʼ ὀλοιῇσι φρεσὶ θύει,
-
Οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
-
Ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
-
Ὣς φάτο· Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
-
345 Ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
-
Δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
-
Ἡ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
-
Δακρύσας, ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθεὶς,
-
Θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον·
-
350 Πολλὰ δὲ μητρὶ φίλῃ ἠράσσατο χεῖρας ὀρεγνύς·