-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
125
-
λοις δὴ ταῦτα ἐπίταττε, μὴ δὲ ἔμοιγε πρόϛαττε,
-
οὐκέτι γὰρ ἐγώ σοι πεισθῆναι ὑπολαμβάνω. ἀλλο
-
δέ σοι λέξω, σὺ δὲ τοῦτο ἐν τῷ σῷ λογισμῷ λά,-
-
βανε· χερσὶ μὲν ἐγὼ οὐδαμῶς μαχοῦμαι ἕνεκα τῆς
-
κόρης οὔτε σοῖ, οὔτέ τινι ἄλλω, ἐπεὶ ἀφήρησθέ με
-
ἀυτὴν ὑμεῖς οἱ δεδωκότες. ἀπὸ δὲ τῶν ἄλλων, ἅ ἐ-
-
ϛιν ἐμοὶ ἐπὶ τῇ ταχείᾳ νηῒ τῇ μελαίνῃ, ἀπὸ τούτων
-
οὐδὲν ἂν ἑλὼν κομίσαις μὴ βουλοένου ἐμοῦ· εἰ δὲ
-
μὴ, ἄγε δὴ πεῖραν λαβεῖν θέλησον, ἵνα μάθωσι
-
καὶ οὗτοι, ὁποῖος τις εἶ. ταχέως ἀπὸ σοῦ αἷμα μέ-
-
λαν περιῤῥυήσεται τῷ ἐμῷ δόρατι. Οὕτως οὗτοι διὰ
-
λόγων βίαν ἀντεισφερόντων διενεχθέντες, ἀνέϛησαν·
-
ἔλυσαν δὲ τὴν ἐκκλησίαν παρὰ ταῖς ναυσὶ τῶν Ἑλ-
-
λήνων· Ὁ μὲν ὑιὸς τοῦ Πηλέως ἐπὶ τὰς σκηνὰς,
-
καὶ τὰς ναῦς τὰς ἑκατέρωθεν ἰσοστάθμους ἀπελη-
-
λύθει σὺν τῷ ὑιῷ τοῦ Μενοιτίου, καὶ τοις ἑαυτοῦ
-
ἑταίροις· Ὁ δὲ ὑιὸς τοῦ Ἀτρέως ναῦν ταχεῖαν ἐπὶ
-
τὴν θάλασσαν καθείλκυσεν, εἰς ἀυτὴν δὲ κωπηλά-
-
τας ἐπιλεξάενος ἀνεβίβασεν εἴκοσιν, ἐς ἀυτὴν δὲ
-
τὰ πρὸς θυσίαν ἐνέβαλε χάριν τοῦ θεοῦ. ἐπʼ ἀυ-
-
τὴν δὲ τὴν θυγατέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον
-
ἀγαγὼν ἐκάθισεν· ἐπʼ ἀυτὴν δὲ ἀρχηγὸς ἀνέβη ὁ πό-
-
ριμος τὰς βουλὰς Ὀδυσσεὺς· οἱ μὲν δὴ ἀναβάντες
-
ἔπλεον κατὰ τὰς ὑγρὰς τῆς θαλάττης πορείας. τοὺς
-
ὄχλους δὲ ὁ ὑιὸς τοῦ Ἀτρέως ἀποκαθαίρεσθαι προσέτα-
-
ξεν· οὗτοι δὲ ἀπεκαθαίροντο, καὶ εἰς τὴν θάλασσαν
-
τοὺς ῥύπους ἀπέβαλλον· ἔθυον δὲ τῷ Ἀπόλλωνι θυ-
-
σίας, ἀπὸ ζώων τελείων, ταύρων, καὶ αἰγῶν, κατὰ
-
τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς πικρᾶς· ὁ ἀτμὸς δὲ
-
τοῦ λίπους ἐπὶ πολὺ τοῦ ἀέρος ἀνῄει, περιελισσόμενος,
-
καὶ συμμιγεὶς τῷ καπνῷ. Οὕτως οἱ μὲν ταῦτα κατὰ
-
τὸν ϛρατὸν ἐνήργουν· ὁ Ἀγαμέμνων δὲ οὐκ ἔληγε τῆς
-
ἐριϛικῆς ἀπειλῆς, ἣν τὴν ἀρχὴν ἠπείλησε τῷ Ἀχιλλεῖ·
-
ἀλλʼ οὗτος πρὸς τὸν Ταλθύβιόν τε καὶ τὸν Εὐρυβάτην
-
εἶπεν· οἵτινες ἦσαν ἀυτῷ κήρυκες καὶ σπουδαῖοι θερά-
- VOL. I.