-
ΙΛΙΑΔΟΣ Α.
-
295 Σήμαινε· οὐ γὰρ ἔγωγʼ ἔτι σοι πείσεσθαι ὀΐω.
-
Ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
-
Χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι εἵνεκα κούρης,
-
Οὔτε σοὶ, οὔτέ τῳ ἄλλῳ, ἐπεὶ μʼ ἀφέλεσθέ γε δόντες·
-
Τῶν δʼ ἄλλων, ἅ μοί ἐϛὶ θοῇ παρὰ νηῒ μελαίνῃ,
-
300 Τῶν οὐκ ἄν τι φέροις ἀνελὼν, ἀέκοντος ἐμεῖο·
-
Εἰ δʼ ἄγε μὴν, πείρησαι, ἵνα γνώωσι καὶ οἵδε·
-
Αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
-
Ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
-
Ἀνϛήτην· λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
-
Πηλείδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
-
Ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
-
Ἀτρείδης δʼ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν,
-
Ἐς δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
-
Βῆσε θεῷ· ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
-
310 Εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
-
Οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα.
-
Λαοὺς δʼ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν·
-
Οἳ δʼ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματʼ ἔβαλλον·
-
Ἔρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
-
315 Ταύρων ἠδʼ αἰγῶν, παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
- 320
-
Κνίσση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ·
-
Ὣς οἳ μὲν τὰ πένοντο κατὰ ϛρατόν· οὐδʼ Ἀγαμέμνων
-
Λῆγʼ ἔριδος, τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
-
Ἀλλʼ ὅγε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
-
Τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
-
Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
-
Χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·