-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
23
-
ἰσχυροτάτοις ἐμάχοντο θηρσὶν ἐν τοῖς ὄρεσι τὴν κα-
-
ταγωγὴν ἔχουσι, καὶ θαυμασίως ἀιτοὺς απώλεσαν·
-
καὶ μὴν ἐγὼ σὺν τούτοις ἀνεϛρεφόμην ἐκ Πύλου με-
-
ταπεμφθεὶς, πόῤῥωθεν ἐκ τῆς Πελοποννησιακῆς γῆς·
-
μετεκαλέσαντο γάρ με ἀυτοὶ, καὶ ἐμαχόμην ἐγὼ κα-
-
τὰ τὴν ἐμὴν ἀυτοῦ δύναμιν· ἐκείνοις δὲ οὐδεὶς ἂν τῶν
-
ἀνθρώπων, οἳ νῦν ὑπάρχουσιν ἐπὶ τῆς γῆς, εἰς μάχην
-
ἐρίσειε· καὶ μέντοι τῶν συμβουλῶν ἐμοῦ συνίεσαν,
-
καὶ ἐπείθοντο τῷ ἐμῶ λόγῳ· αλλὰ πείθεσθέ μοι καὶ
-
ὑμεῖς, ἐπεὶ πείθεσθαι καλὸν· μήτε σὺ Αγάμεμνον,
-
καὶ ταῦτα ἀγαθὸς ὢν, ἀφαιροῦ τοῦτον τὴν κόρην,
-
ἀλλʼ ἄφες, καθὰ τὴν ἀρχὴν ἀυτῷ γέρας ἔδωκαν οἱ
-
ὐιοὶ τῶν Ἑλλήνων, μήτε σὺ ὦ ὑιὲ τοῦ Πλέως βού-
-
λου φιλονεικεῖν τῷ βασιλεῖ κατὰ βιαίαν ἐναντίωσιν,
-
ἐπεὶ οὐχ ὁμοίας σοι ἔτυχε τιμῆς ὁ τῶν σκήπτρων
-
ἐγκρατὴς βασιλεὺς, ῷ τὴν τιμὴν ὁ Ζεὺς ἔδωκεν· εἰ
-
δὲ σὺ ἰσχυρὸς εἶ, μητῆρ δὲ σε ἐτεκε θεὰ, ἀλλʼ οὗτος
-
κρείττων ἐϛὶν, ἐπειδὴ ἐν πλείοσι βασιλεύει· ὦ ὑιὲ
-
τοῦ Ἀτρέως, σὺ δὲ λῆγε τῆς σῆς μνησικακίας, ἐγὼ
-
δὲ δεήσομαι τοῦ Ἀχιλλέως ἀφεῖναι τὸν θυμὸν, ὃς
-
πᾶσι μεγάλη ἀσφάλεια τοῖς Ἕλλησιν ὑπάρχει, ἕνε-
-
κα τοῦ κακωτικοῦ πολέμου. Πρὸς τοῦτον δὲ ἀποκρινό-
-
μενος ὁ βασιλεὺς Ἀγαμέμνων εἶπε· καὶ δὴ ταῦτα
-
πάντα ὦ γέρον κατὰ τὸ πρέπον εἴρηκας, ἀλλʼ οὗτος
-
ὁ ανὴρ ἐθελει περιγίνεσθαι πάντων τῶν ἄλλων, πάν-
-
των μὲν ἐπικρατέστερος εἶναι βούλεται, ἐν πᾶσι
-
δὲ βασιλεύειν, πᾶσι δὲ ἐπιτάττειν· καθʼ ἃ οἶμαι
-
οὐ πείσεσθαι ἀυτῷ τινὰ· εἰ δὲ πολεμιστὴν ἀυτὸν
-
ἐποίησαν οἱ θεοὶ οἱ ἀεὶ ὄντες, διὰ τοῦτο λοιδορίαι
-
ἀπὸ τῆς ψυχῆς ἀυτοῦ προπετῶς κινοῦνται ὥστε
-
προφέρειν ἀυτάς. Πρὸς τοῦτον δὲ εἶπε ὁ ἔνδοξος Ἀ-
-
χιλλεὺς ὑποβαλὼν τὸν ἑαυτοῦ λόγον καὶ ἐγκόψας
-
αυτὸν τῆς ὁρμῆς· Ὄντως γαρ ἂν δειλὸς, οὐ πολεμισϛὴς,
-
καὶ οὐδενὸς ἄξιος κληθείην, εἰ δὴ κατὰ πᾶσαν πρᾶξιν
-
ὑποτάσσομαί σοι, ἣν ἂν σὺ εἴπῃς πρᾶξαι με· ἄλ-