-
22
-
ΙΛΙΑΔΟΣ Α.
-
Φηρσὶν ὀρεσκώοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
-
Καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον εκ Πύλου ἐλθὼν,
-
Τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαιντο γὰρ αὐτοί·
-
270 Καὶ μαχόμην κατʼ εμαὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔτις
-
Τῶν, οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι, μαχέοιτο·
-
Καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ·
-
Ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
-
Μήτε σὺ τόνδʼ, ἀγαθός περ ἐὼν, ἀποαίρεο κούρην,
-
275 Ἀλλʼ ἔα, ὡς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
-
Μήτε σὺ, Πηλείδη, θελʼ ἐριζέμεναι βασιλῆϊ
-
Ἀντιβίην· ἐπεὶ οὔποθʼ ὁμοίης ἔμμορε τιμῆς
-
Σκηπτοῦχος βασιλεύς, ᾧτε Ζεὺς κῦδος ἔδωκεν·
-
Εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
-
280 Ἀλλʼ ὅγε φέρτερός ἐϛιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
-
Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
-
Λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
-
Ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
-
Τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
-
285 Ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·
-
Ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων·
-
Πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
-
Πᾶσι δὲ σημαίνειν, ἅτινʼ οὐ πείσεσθαι ὀΐω·
-
Εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
-
290 Τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
-
Τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
-
Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,
-
Εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι, ὅ, ττί κεν εἴπῃς·
-
Ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε