-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
καὶ περὶ τὸ δικάζειν διατρίβοντες, οἳ τὰς νομοθεσίας
-
παρὰ τοῦ Διὸς λαβόντες φυλάττουσιν, ὃς δὴ ὅρκος ἐ-
-
ϛὶν ἰσχυρὸς· ὄντως ἔϛαι ὅτε ζήτησις τοῦ Ἀχιλλέως
-
ἀφίξεται ἐπὶ τοὺς ὑιοὺς τῶν Ἑλλήνων ἅπαντας· τού-
-
τοις δὲ οὐκέτι δυνήσῃ βοηθεῖν, καίπερ ἀχθόμενος, ἐ-
-
πειδὰν πολλοὶ ὑπὸ τοῦ ἀνδροφόνου Ἕκτορος ἀποθνή-
-
σκοντες πίπτωσι, σὺ δὲ ἐντὸς τὴν ψυχὴν σπαράξεις,
-
ὀργιζόμενος ὅτι τὸν κράτιϛον τῶν Ἑλλήνων οὐδαμῶς
-
ἐτίμησας. Οὕτως εἶπεν ὁ ὑιὸς τοῦ Πηλέως· πρὸς τῇ
-
γῇ δὲ τὴν ῥάβδον ἔῤῥιψε, τὴν διὰ χρυσῶν ἥλων πε-
-
περονημένην, ἀυτὸς δὲ ̓κάθισε. ὁ ὑιὸς δὲ τοῦ Ἀτρέως
-
ἀπὸ τοῦ ἑτέρου μέρους ἐμνησικάκει· μετὰ δὲ ταῦτα
-
ὁ Νέϛωρ ὁ ηδυλόγος ἀνέϛη, ὁ ἐμμελὴς τῶν Πυλίων
-
δημηγόρος, οὖ δὴ ἀπὸ τῆς γλώττης μέλιτος γλυκύ-
-
τερος ἔῤῥει λόγος· ἐφʼ οὗ ἤδη δύο μὲν τριακονταετίαι
-
ἀνθρώπων μεμερισμένην ἐχόντων τὴν φωνὴν παρῆλθον,
-
οἳ τὴν ἀρχὴν ἅμα ἀυτῷ ἐγεννήθησαν, καὶ ἀνετράφη-
-
σαν ἐν τῇ Πύλῳ τῇ θειοτάτῃ, ἐπὶ δὲ τῶν γενομένων
-
ἐν τῇ τρίτη γενεᾷ ἐβασίλευεν· ὅϛις καλῶς φρονῶν ἐ-
-
δημηγόρησε, καὶ μετὰ ταῦτα ὅ, τι δεῖ ποιεῖν ἀυτοῖς
-
εἰσηγήσατο. Φεῦ, ὄντως μεγάλη λύπη τὴν Ἑλληνίδα
-
γῆν καταλαμβάνει, ὄντως ἂν ἡδέως διατεθείη ὁ Πρία-
-
μος, καὶ οἱ τοῦ Πριάμου παῖδες, καὶ οἱ ἄλλοι Τρῶες
-
μεγάλως ἂν σχοῖεν εὐφροσύνην ἐν τῇ ψυχῇ, εἰ ὑμῶν
-
μαχομένων ταῦτα δὴ πάντα μάθοιεν, οἱτινες ὑπερ-
-
έχετε μὲν ἐν βουλῇ τοὺς Ἕλληνας, ὑπερέχετε δὲ ἐν
-
τῷ μάχεσθαι· ἀλλὰ πείσθητέ μοι, καὶ ἀμφότεροι
-
γὰρ νεώτεροι ἐμοῦ ὑπάρχετε· ἤδη γάρ ποτε ἐγὼ καὶ
-
κρείττοσιν, ἢ ὑμῖν ἀνδράσι συνέμιξα, καὶ ουδέποτέ με
-
ἐκεῖνοι ἀπόβλητον ἡγοῦντο· οὔπω γὰρ ἐγὼ τοιούτους
-
ἐώρακα ἄνδρας, οὐδʼ ἂν ἴδοιμι, οἷον τὸν Πρίθοόν τε
-
καὶ τὸν Δρύαντα, τὸν βασιλέα τῶν ὄχλων, καὶ τὸν
-
Καινέα, καὶ τὸν Ἐξάδιον, καὶ τὸν ἰσόθεον Πολύφη-
-
μον· ἰσχυρότατοι δὴ ἐκεῖνοι τῶν ἐπὶ γῆς γεγονότων
-
ἀνθρώπων ἀνετράφησαν· ἰσχυρότατοι μὲν ἦσαν καὶ