-
20
-
ΙΛΙΑΔΟΣ Α.
-
Πρὸς Διὸς εἰρύαται· ὅ δέ τοι μέγας ἔσσεται ὅρκος·
-
240 Ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
-
Σύμπαντας· τοῖς δʼ οὔτι δυνήσεαι ἀχνύμενός περ,
-
Χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
-
Θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
-
Χωόμενος. ὅτʼ ἄριϛον Ἀχαιῶν ȣ̓δὲν ἔτισας.
-
245 Ὣς φάτο Πηλείδης· ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
-
Χρυσείοις ἥλοισι πεπαρμένον· ἕζετο δʼ αὐτός·
-
Ατρείδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέϛωρ
-
Ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,
-
Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
-
250 Τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
-
Ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
-
Ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
- Ὅς σφιν ἐϋφρονέων ἀγορήσατο, καὶ μετέειπεν·
-
Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει,
-
255 Ἦ κεν γηθήσαι Πρίαμος, Πριάμοιό τε παῖδες,
-
Ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
-
Εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
-
Οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δʼ ἐϛὲ μάχεσθαι.
-
Ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐϛὸν ἐμεῖο·
-
260 Ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ηέπερ ὑμῖν
-
Ἀνδράσιν ὡμίλησα, καὶ οὐ ποτέ μʼ οἵγʼ ἀθέριζον.
-
Οὐ γάρ πω τοίους ἴδον ἀνέρας, οὐδὲ ἴδωμαι,
-
Οἷον Πειρίθοόν τε, Δρύαντά τε, ποιμένα λαῶν,
-
Καινέα τ, Ἐξάδιόν τε, καὶ ἀντίθεον Πολύφημον,
-
265 Κάρτιϛοι δὴ κεῖνοι, ἐπιχθονίων τράφεν ἀνδρῶν·
-
Κάρτιστοι μὲν ἔσαν, καὶ καρτίϛοις ἐμάχοντο