-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
19
-
γενήσεσθαι· οὕτω γὰρ ἐρῶ, τοῦτο δὲ καὶ τετε-
-
λεσμένον γενήσεται· ἔσται ὅτε καὶ τρὶς τοσαῦτα
-
παρέϛαι σοι περικαλλῆ δῶρα ἕνεκα ταύτης τῆς ἀ-
-
τιμίας· σὺ δὲ ἔπεχε σαυτὸν, πείθου δὲ ἐμοί. Πρὸς
-
ταύτην δὲ ἀποκρινόμενος ἔφη ὁ τοὺς πόδας ταχὺς
-
Ἀχιλλεὺς· πρέπον δή ἐστιν, ὦ θεὰ, τὸν σὸν λόγον
-
φυλάξαι με, καίπερ θυμὸν ἔχοντα πολὺν ἐν τῇ ψυ-
-
κῇ, οὑτω γάρ ἐϛι καλὸν· ὃς ἂν θεοῖς πείθηται, καὶ
-
ἀυτοὶ σὺν προθυμίᾳ πολλῇ ἐπακούουσιν ἀυτοῦ.Ἔφη,
-
καὶ ἐπὶ τῇ ἀργυρᾷ λαβῇ τοῦ ξίφους ἐπέσχε τὴν
-
χεῖρα τὴν ἰσχυρὰν καὶ ἐπαχθῆ, ὀπίσω δὲ εἰς τὴν
-
ξιφοθήκην ὤθησε τὸ μέγα ξίφος, ουδὲ ἠπείθησε τῇ
-
παραινέσει τῆς Ἀθηνᾶς· ἡ δὲ εἰς τὸν ὀυρανὸν ἀπῆλ-
-
θεν εἰς τὰ οἰκήματα τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς
-
ἐπὶ τοὺς ἄλλους θεούς. Ὁ δὲ ὑιὸς τοῦ Πηλέως με-
-
τὰ ταῦτα δι’ ὑβριστικῶν λόγων πρὸς τὸν ὑιὸν τοῦ Ἀ-
-
τρέως διελέχθη, καὶ οὔπω ἐπαύετο τοῦ θυμοῦ.
-
Οἴνῳ βεβαρημένε, ἀναίσχυντε κατὰ τοὺς κύνας, καὶ
-
ἀκάρδιε κατὰ τὰς ἐλάφους, οὔτε ποτὲ εἰς πόλεμον
-
σὺν τῷ λαῷ ὁπλισθῆναι, οὖτε εἰς ἔνεδραν πορευ-
-
θῆναι σὺν τοῖς ἀριϛεῦσι τῶν Ἑλλήνων καρτερίαν ἔ-
-
σχες ἐν τῇ ψυχῇ. τοῦτο δέ σοι θάνατος φαίνεται ὑπ-
-
άρχειν· ὄντως κατὰ πολὺ κρεῖττόν ἐστι κατὰ τὸ
-
πολὺ ϛράτευμα τῶν Ἑλλήνων γέρα ἀφαιρεῖσθαι ἐκεῖ-
-
νον, ὅϛις ἐναντία σοι εἴπῃ· βίαιος καὶ ἅρπαξ τῶν
-
δημοσίων εἶ βασιλεὺς, ἐπεὶ ἐν ἀνθρώποις βασιλεύ-
-
εις οὐδενὸς ἀξίοις· ὄντως γὰρ ὦ ὑιὲ τοῦ Ἀτρέως νῦν
-
ἐσχάτως ὑβρίσθης ἂν, εἰ μὴ τοιούτων ἐβασίλευες·
-
ἀλλʼ ἐρῶ σοι λόγον, καὶ ὅρκον ἐπὶ τούτων ἰσχυρὸν
-
ὀμόσω· ναὶ μὰ τὴν ῥάβδον ταύτην, ἣ δὴ οὐκέτι πο-
-
τὲ φύλλα καὶ κλάδους ἀναβλαστήσει, ἐπειδὴ ἅπαξ
-
τμηθεῖσα τὴν τομὴν ἐν τῷ ὄρει καταλέλοιπεν, οὐδʼ
-
ἐξυπαρχῆς θαλερὰ γενήσεται, περιῄρηκε γὰρ ἀυτὴν
-
ὁ σίδηρος τὰ φύλλα καὶ τὸν φλοιὸν· νῦν δὴ ἀυτὴν οἱ
-
υιοὶ τῶν Ἑλλήνων ἐν ταῖς χερσὶ φέρουσιν, οἱ βασιλεῖς