-
ΙΛΙΑΔΟΣ Α.
-
Ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ·
-
Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔϛαι·
-
Καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα,
-
Ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
-
215 Τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
-
Χρὴ μὲν σφωΐτερόν γε, θεὰ, ἔπος εἰρύσασθαι,
-
Καὶ μάλα περ θυμῷ κεχολωμένον· ὣς γὰρ ἄμεινον.
-
Ὅσκε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ.
-
Ἦ, καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
-
220 Ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
-
Μύθῳ Ἀθηναίης· ἡ δʼ οὔλυμπόνδε βεβήκει
-
Δώματʼ ἐς αἰγιόχοιο Διὸς, μετὰ δαίμονας ἄλλους.
-
Πηλείδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
- Ἀτρείδην προσέειπε, καὶ οὔπω λῆγε χόλοιο·
-
225 Οἰνοβαρὲς, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο·
-
Οὔτέ ποτʼ ἐς πόλεμον, ἅμα λαῷ, θωρηχθῆναι,
-
Οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν,
-
Τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
-
Ἦ πολὺ λώϊόν ἐϛι, κατὰ ϛρατὸν εὐρὺν Ἀχαιῶν
-
230 Δῶρʼ ἀποαιρεῖσθαι, ὅϛις σέθεν ἀντίον εἴπῃ·
-
Δημοβόρος βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
-
Ἦ γὰρ ἂν, Ἀτρείδη, νῦν ὕϛατα λωβήσαιο.
-
Ἀλλʼ ἔκ τοι ἐρέω, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι,
-
Ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
-
235 Φύσει, ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν
-
Οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
-
Φύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
-
Ἐν παλάμαις φορέουσι δικασπόλοι, οἵτε θέμιϛας