-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ἐμῶν φίλων ἀποϛελῶ· ἐγὼ δʼ ἀυτὸς ἄξω τὴν Βρι-
-
σηΐδα τὴν ἐυπρόσωπον παραγενόμενος ἐπὶ τὴν σὴν
-
σκηνὴν, τὸ γέρας τὸ σὸν, ἵνα καλῶς μάθῃς καθόσον
-
εἰμὶ κρείττων σοῦ, φοβηθῇ δὲ καὶ ἄλλος ἰσῶσαι τοὺς
-
εαυτοῦ λόγους τοῖς εμοῖς, κᾀμοὶ ἑαυτὸν ὅμοιον ποιῆ-
-
σαι. Οὕτως εἶπε· τῷ υἱῷ δὲ τοῦ Πηλέως λύπη ἐγένετο·
-
ψυχὴ δὲ ἀυτῷ ἐντὸς τῶν τετριχωμένων στέρνων διχῆ
-
εφρόντισε, ἢ ἵνα οὗτος ξίφος ὀξὺ ἑλκύσας ἀπὸ τοῦ
-
μέρους τοῦ μηροῦ τοὺς μὲν ἄλλους ἀναϛάτους ποιή-
-
σειεν, αὐτὸς δὲ τὸν τοῦ Ἀτρέως ὑιὸν φονεύσοι, ἢ τὴν
-
ὀργὴν σβέσειε, καὶ τὸν θυμὸν ἐπισχοίη. ἐν ὅσω δὲ
-
ταῦτα ἐφρόντιζε κατὰ νοῦν καὶ κατὰ ψυχὴν, ἐξεῖλκε
-
δὲ τῆς ξιφοθήκης τὸ μέγα ξίφος, ἦλθεν ἡ Ἀθηνᾶ ἐκ
-
τοῦ οὐρανοῦ, ἔπεμψεν γὰρ ἀυτὴν ἡ θεὰ ἡ λευκοὺς
-
ἔχουσα τοὺς πήχεις Ἥρα, καὶ ἀμφοτέρους ὁμοίως
-
ἐν τῇ ψυχῇ φιλοῦσα καὶ φροντίζουσα· ἔστη δὲ ὄπι-
-
σθεν, ἀπὸ τῆς ξανθῆς δὲ κόμης ἔλαβε τὸν ὑιὸν τοῦ
-
Πηλέως, μόνῳ ἀυτῷ ὁρωμένη, ἀπὸ δὲ τῶν ἄλλων
-
οὐδεὶς ἑώρα· εξεπλάγη δὲ ὁ Ἀχιλλεὺς· πρὸς αὐ-
-
τὴν δὲ ἐπεϛράφη, ἐυθέως δὲ ἐγνώρισε τὴν Ἀθηνᾶν
-
τὴν πολεμικὴν· φοβεροὶ δὲ ἀυτοῦ οἱ ὀφθαλμοὶ ἐφά-
-
νησαν, καὶ πρὸς ἀυτὴν φωνήσας, λόγους ταχεῖς εἶ-
-
πε· διὰ τί δήποτε ὦ θύγατερ τοῦ Διὸς τοῦ τὴν
-
αἰγίδα φοροῦντος ἐλήλυθας, ἢ ἵνα γνῷς τὴν ἀτι-
-
μίαν τοῦ Ἀγαμέμνονος τοῦ ὑιοῦ τοῦ Ἀτρέως; καὶ
-
μὴν ἐρῶ σοι λόγον, τοῦτον δὲ καὶ τετελεσμένον εἶ-
-
ναι ὑπολαμβάνω· διὰ τὰς ἀυτοῦ ὑπερηφανίας ἴσως
-
ἄν ποτε τὴν ψυχὴν ἀπολέσειεν. Πρὸς τοῦτον δὲ εἶ-
-
πεν ἡ θεὰ ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ· ἦλθον ἐγὼ ἐξ ὀυ-
-
ρανοῦ καταπαύσουσα τὴν σὴν μνησικακίαν, εἴγε πει-
-
σθείης· ἔπεμψε δέ με ἡ θεά ἡ λευκοὺς ἔχουσα τοὺς
-
πήχεις Ἥρα, καὶ ἀμφοτέρους ὁμοίως ἐν τῇ ψυχῇ
-
φιλοῦσα καὶ φροντίζουσα· ἀλλὰ ἄγε παύου τῆς
-
φιλονεικίας, μὴ δὲ τὸ ξίφος ἕλκε διὰ χειρ῀ος· ἀλ-
-
λὰ διὰ λόγων μὲν ὀνείδισον, καθὰ πρέπον ἐστὶ
- VOL. I.