-
16
-
ΙΛΙΑΔΟΣ Α.
-
Τὴν μὲν ἐγὼ σὺν νηῒ τʼ ἐμῇ, καὶ ἐμοῖς ἑτάροισι
-
Πέμψω· ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον,
-
185 Ἀὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας· ὄφρʼ ἐῢ εἰδῇς,
-
Ὅσσον φέρτερός εἰμι σέθεν, ϛυγέῃ δὲ καὶ ἄλλος
-
Ἶσον ἐμοὶ φάσθαι, καὶ ὁμοιωθήμεναι ἄντην.
-
Ὣς φάτο· Πηλείωνι δʼ ἄχος γένετʼ· ἐν δέ οἱ ἦτορ
-
Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
-
190 Ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
-
Τοὺς μὲν ἀναϛήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίξοι,
-
Ἠὶ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν.
-
Ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
-
Ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
-
195 Οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,
-
Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε, κηδομένη τε·
-
Στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα,
-
Οἴῳ φαινομένη, τῶν δʼ ἄλλων οὔτις ὁρᾶτο.
-
Θάμβησε δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
-
200 Παλλάδʼ Ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν.
-
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
-
Τίπτʼ αὖτʼ Αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
-
Ἢ ἵνα ὕβριν ἴδῃς Ἀγαμέμνονος Ἀτρείδαο;
-
Ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω,
-
205 ᾟς ὑπερωπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.
-
Τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
-
Ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
-
Οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη,
-
Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε, κηδομένη τε·
-
210 Ἀλλʼ ἄγε, λῆγʼ ἔριδος, μὴ δὲ ξίφος ἕλκεο χειρί.