-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
15
-
Φθίᾳ τῇ λιπαρογέῳ, καὶ ἀνδροτρόφω καρπὸν ἐλυμῄ-
-
ναντο, επεὶ πάνυ πολλὰ ἐν τῷ μεταξύ εἰσιν ὄρη σκιᾶς
-
ποιητικὰ, καὶ πολλὴ θάλασσα ἠχητικὴ· ἀλλὰ σοὶ, ὦ
-
ἀναιδέϛατε, ἠκολουθήσαμεν, ἵνα σὺ ἐυφραίνῃ, δίκην
-
λαμβάνοντες παρὰ τῶν Τρῴων τῷ Μενελάῳ, καὶ σοὶ,
-
ὦ ἀναίσχυντε, καὶ κυνὸς ἀναίδειαν ἔχων, ὦν οὐδαμῶς
-
σὺ ἐπιστροφὴν ποιῇ, ουδὲ φροντίζεις· καὶ δὴ τὴν ἐμὴν
-
τιμὴν σὺ ἀφελέσθαι ἀπειλεῖς, δι’ ἣν πολλὰ ἔκαμον·
-
δεδώκασι δέ μοι αυτὴν οἱ υἱοὶ τῶν Ἑλλήνων· οὐ μὴν ἰσο-
-
ϛάσιον γέρας ἔχω ποτὲ, ὁπόταν οἱ Ἕλληνες Τρῴων ἐκ-
-
πορθήσωσι πόλιν καλῶς οἰκουμένην, ἀλλὰ τὸ μὲν
-
πλέον μέρος τοῦ πολυϛρόφου πολέμου αἱ ἐμαὶ χεῖρες
-
ἐπιϛημονικῶς ἐνεργοῦσιν· ἂν δέ ποτε μερισμὸς παρα-
-
γένηται, σοὶ μὲν τὸ γέρας κατὰ πολὺ μεῖζον δίδοται,
-
ἐγὼ δὲ καὶ ολίγον καὶ προσφιλὲς ἀπέρχομαι ἐπὶ τὰς
-
ναῦς ἔχων, ἐπειδὰν κοπιάσω μαχόμενος· νῦν δὲ ἀπε-
-
λεύσομαι εἰς τὴν Φθίαν· ἐπειδὴ κατὰ πολύ ἐϛι κρεῖσ-
-
σον εἰς τὸν οἶκον ἀπιέναι σὺν ταῖς ναυσὶ ταῖς μελαί-
-
ναις· οὐδὲ ὑπολαμβάνω ἐνταῦθα ἄτιμος ὢν, τροφῶν
-
περιουσίαν καὶ πλοῦτον κομίσειν δαψιλῶς. Πρὸς τοῦ-
-
τον δ’ ἔπειτα ἀπεκρίνατο ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀ-
-
γαμέμνων· φεῦγε λίαν, εἴ σοι ἡ ψυχὴ προθυμεῖται·
-
οὐ γάρ σου ἔγωγε δέομαι ἕνεκεν ἐμοῦ μένειν· πάρεισιν
-
ἐμοὶ καὶ ἄλλοι, οἵτινες ἄν με τιμήσωσι, μάλιϛα δὲ
-
πάντων ὁ βουλευτικὸς Ζεὺς· σὺ δέ μοι μάλιϛα μεμιση-
-
μένος ὑπάρχεις ἀπὸ τῶν ἐνταῦθα ὑπὸ τοῦ Διὸς πε-
-
παιδευμένων βασιλέων· ᾀεὶ γάρ σοι φιλοεικία ἐϛὶ
-
προσφιλὴς καὶ πόλεμοι καὶ μάχαι· εἴ κατὰ πολὺ
-
ἰσχυρὸς εἶ, θεός σοι τοῦτο παρέσχετο· ἀπελθὼν εἰς
-
τὸν σὸν οἶκον σὺν ταῖς ναυσὶ ταῖς σαῖς καὶ τοῖς σοῖς
-
φίλοις, ἐν τοῖς Μυρμιδόσι βασίλευε· σοῦ δὲ ἔγωγε
-
οὐ φροντίζω· οὐδὲ ἐπιϛρέφομαι ὀργιζομένου καὶ μνη-
-
σικακοῦντος· ἀπειλήσω δέ σοι οὕτως· ἐπεὶ ἐμὲ τὴν τοῦ
-
Χρύσου θυγατέρα ἀφαιρεῖται ὁ μαντικὸς ( ἢ ὁ λαμ-
-
πρὸς) Ἀπόλλων, ταύτην μὲν ἐγὼ διὰ νεὼς ἐμῆς καὶ