-
14
-
ΙΛΙΑΔΟΣ Α.
-
155 Οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
-
Καρπὸν ἐδηλήσαντʼ· ἐπειὴ μάλα πολλὰ μεταξὺ
-
Οὔρεά τε σκιόεντα, θάλασσά τε ἠχήεσσα·
-
Ἀλλὰ σοὶ, ὦ μέγʼ ἀναιδὲς, ἅμʼ ἑσπόμεθʼ, ὄφρα σὺ χαί-
-
Τιμὴν ἀρνύμενοι Μενελάῳ, σοί τε, κυνῶπα, (ρῃς,
-
160 Πρὸς Τρώων, τῶν οὔ τι μετατρέπῃ, οὐδʼ ἀλεγίζεις·
-
Καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
-
ᾯ ἔπι πολλὰ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
-
Οὔ μέν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ
-
Τρῴων ἐκπέρσωσʼ εὐναιόμενον πτολίεθρον·
-
165 Ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
-
Χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
-
Σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε
-
Ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω πολεμίζων.
-
Νῦν δʼ εἶμι Φθίηνδʼ· ἐπειὴ πολὺ φέρτερόν ἐστιν,
-
170 Οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν· οὐδέ γʼ ὀΐω,
-
Ἐνθάδʼ ἄτιμος ἐὼν, ἄφενος καὶ πλοῦτον ἀφύξειν.
-
Τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
-
Φεῦγε μάλʼ, εἴ τοι θυμὸς ἐπέσσυται· οὐδέ σʼ ἔγωγε
-
Λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι,
-
175 Οἵ κέ με τιμήσουσι· μάλιϛα δὲ μητίετα Ζεύς.
-
Ἔχθιϛος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων·
-
Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε·
-
Εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τόγʼ ἔδωκεν·
-
Οἴκαδʼ ἰὼν, σὺν νηυσί τε σῇσι, καὶ οἷς ἑτάροισι,
-
180 Μυρμιδόνεσσιν ἄνασσε· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω·
-
Οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
-
Ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,