-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
13
-
δὲ οὐ πρέπον ἐϛὶ παλισύλλεκτα ταῦτα ἐπιφέροντας
-
ἀθροίζειν· ἀλλὰ σὺ μὲν νῦν τάυτην τῷ θεῷ πέμψον·
-
οἱ Ἕλληνες δὲ κατὰ τὸ τριπλάσιον καὶ τετραπλάσιον
-
ἀποδώσομεν, ἐὰν ὁ Ζεὺς ἡμῖν δῷ ἐκπορθῆσαι τὴν πό-
-
λιν τῆς Τροίας τὴν καλῶς τετειχισμένην· Πρὸς τοῦτον
-
ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· μὴ δὴ
-
οὕτω, καὶ ταῦτʼ ἀγαθὸς ὢν, ὦ θεοῖς ὅμοιε τὸ εἶδος
-
Ἀχλλεῦ, παραλογίζου· ἐπεὶ οὔ με νικήσεις, οὐδʼ ἐ-
-
παγγελίαις πείσῃς· ἢ θέλεις ἵνʼ ἀυτὸς μὲν ἔχῃς γέ-
-
ρας, ἐμὲ δὲ κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγεις, κα-
-
θῆσθαι δεόμενον· λέγεις δὲ ἀποδοῦναί με ταύτην,
-
ἀλλʼ εἰ μὲν παρέξουσιγέρας οἱ μεγαλόψυχοι Ἕλληνες,
-
ἁρμόδιον κρίναντες κατὰ τὴν ψυχὴν, ὠς ἂν ἀντάξιον
-
εἴη τούτου ( καλῶς ἂν ἔχοι τὸ πρᾶγμα· ) ἐὰν δὲ μὴ
-
δῶσιν, ἐγὼ δʼ ἂν αὐτὸς παραγενόμενος ἀφέλωμαι, ἢ
-
τὸ σὸν, ἢ τὸ τοῦ Αἴαντος γέρας, ἢ τὸ τοῦ· Ὀδυσσέως
-
ἀξω λαβὼν· οὗτος δὲ ὀργισθείη ἂν πρὸς ὃν ἂν ἀφίκω-
-
μαι· ἀλλὰ ταῦτα μὲν καὶ ὕϛερον ἐπαναλαβόντες σκε-
-
ψόμεθα· νῦν δʼ ἄγε ναῦν μέλαιναν ἐλκύσωμεν ἐπὶ τὴν
-
ἔνδοξον θάλασσαν· εἰς ἀυτὴν δὲ ἐρέτας ἐξέργου ἀθροί-
-
σωμεν, ἐς ἀυτὴν δὲ τὰ πρὸς θυσίαν θῶμεν, ἐς ἀυτὴν
-
δὲ τοῦ Χρύσου τὴν θυγατέρα τὴν εὐπρόσωπον ἀνα-
-
βιβάσωμεν· εἶς δέ τις ἀρχηγὸς ἀνὴρ γνωμοδότης παρ-
-
έϛω, ἢ ὁ Αἴας, ἢ ὁ Ἰδομενεὺς, ἢ ὁ ἔνδοξος Ὀδυσ-
-
σευς, ἢ σὺ υἱὲ τοῦ Πηλέως, ἐκπληκτικώτατε πάντων
-
ἀνθρώπων, ὅπως τὸν πόῤῥωθεν ἐργαζόμενον Ἀπόλλω-
-
να ἐξευμενίσαιο θύματα θύσας. Πρὸς δὲ τοῦτον ταυ-
-
ρηδὸν ἀπιδὼν εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεὺς· οἴ
-
μοι ἀναίδειαν ἐνδεδυμένε, κέρδεσι προσέχων τὸν νοῦν,
-
πῶς ἄν σου τοῖς λόγοις τις τῶν Ἑλλήνων προθύμως
-
πεισθείη, ἢ εἰς λόχον ἀπελθεῖν, ἢ ἀνδράσι κραταιῶς
-
πολεμῆσαι; οὐ γὰρ ἐγὼ ἕνεκα τῶν Τρώων τῶν πολε-
-
μιϛῶν ἦλθον ἐνταῦθα μαχούμενος· ἐπεὶ κατʼ οὐδέν
-
είσιν ἐμοὶ οὖτοι ὑπʼ αἰτίαν· οὐδέποτε γὰρ τὰς ἐμὰς
-
βοῦς ἀπήλασαν, οὑδὲ μὴν ἵππους, οὐδέποτε ἐν τῇ