-
ΙΛΙΑΔΟΣ Α.
-
Ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
-
Τριπλῇ τετραπλῇ τʼ ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
-
Δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
-
130 Τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
-
Μήδʼ οὕτως, ἀγαθός περ ἐὼν, θεοείκελʼ Ἀχιλλεῦ,
-
Κλέπτε νόῳ· ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις.
- Ἦ ἐθέλεις, ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
-
Ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
-
135 Ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ,
-
Ἄρσαντες κατὰ θυμὸν, ὅπως ἀντάξιον ἔϛαι·
-
Εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
-
Ἢ τεὸν, ἢ Αἴαντος, ἰὼν γέρας, ἢ Ὀδυσῆος
-
Ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται, ὅν κεν ἵκωμαι.
-
140 Ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
-
Νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσομεν εἰς ἅλα δῖαν,
-
Ἐς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
-
Θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
-
Βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔϛω,
-
145 Ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος Ὀδυσσεὺς·
-
Ἠὲ σὺ, Πηλείδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
-
Ὄφρʼ ἡμῖν Ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
-
Τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλ-
-
Ὤμοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον, (λεύς·
-
150 Πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν,
-
Ἢ ὁδὸν ἐλθέμεναι, ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
-
Οὐ γὰρ ἐγὼ Τρῴων ἕνεκʼ ἤλυθον αἰχμητάων
-
Δεῦρο μαχησόμενος· ἐπεὶ οὕτι μοι αἴτιοί εἰσιν·
-
Οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους,