-
ΙΛΙΑΔΟΣ Α.
-
Ἀπριάτην, ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην
-
100 Ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
-
Ἦτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέϛη
-
Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων,
-
Ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
-
Πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
-
105 Κάλχαντα πρώτιϛα κάκʼ ὀσσόμενος προσέειπε·
-
Μάντι κακῶν, οὐ πώποτέ μοι κρήγυον ἔειπας·
-
Αἰεί τοι τὰ κάκʼ ἐϛὶ φίλα φρεσὶ μαντεύεσθαι·
-
Ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος· οὐδʼ ἐτέλεσσας·
-
Καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις,
-
110 Ὡς δὴ τοῦδʼ ἕνεκά σφιν Ἑκηβόλος ἄλγεα τεύχει,
-
Οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
-
Οὐκ ἔθελον δέξασθαι· ἐπεὶ πολὺ βούλομαι αὐτὴν
-
Οἴκοι ἔχειν· καὶ γὰρ Κλυταιμνήϛρας προβέβουλα,
-
Κουριδίης ἀλόχου· ἐπεὶ οὐ ἕθεν ἐϛὶ χερείων,
-
115 Οὐ δέμας, οὐδὲ φυὴν, οὔτʼ ἂρ φρένας, οὔτέ τι ἔργα.
-
Ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι πάλιν, εἰ τόγʼ ἄμεινον·
- 120
-
Βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι, ἢ ἀπολέσθαι·
-
Ἀυτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ, ὄφρα μὴ οἶος
-
Ἀργείων ἀγέραϛος ἔω· ἐπεὶ οὐδὲ ἔοικεν·
-
Λεύσσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
-
Τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
-
Ἀτρείδη κύδιϛε, φιλοκτεανώτατε πάντων,
-
Πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
-
Οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά·
-
125 Ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδαϛαι,
-
Λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.