-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
λοντα, καὶ τὰ προγεγονότα καὶ ταῖς ναυσὶ τῶν Ἑλλή-
-
νων ἡγεμὼν ἐγένετο ἐπὶ τὸ Ἴλιον διὰ τὴν ἑαυτοῦ μαν-
-
τικὴν, ἣν αυτῷ παρέσχεν ὁ μαντικὸς Ἀπόλλων, ὅς
-
γε καλῶς φρονῶν ἐδημηγόρησέ τε καὶ μετὰ τᾶυθʼ ὅ, τι
-
δεῖ ποιεῖν εἰσηγήσατο λέγων· ὦ Ἀχιλλεῦ προσφιλέ-
-
στατε τῷ Διῒ, προϛάττεις εἰπεῖν με τὴν μνησικακίαν
-
τοῦ Ἀπόλλωνος τοῦ πόῤῥωθεν τὰ βέλη πέμποντος βα-
-
σιλέως· τοιγαροῦν ἐγὼ μὲν λέξω· σὺ δὲ συνθήκας
-
ἐμοὶ ποίησον, καὶ ὅρκον, ὄντως δή μοι προθύμως λό-
-
γοις καὶ ἔργοις βοηθήσειν· ὄντως γὰρ ὑπολαμβάνω
-
ἄνδρα εἰς θυμὸν κινήσειν, ὃς μεγάλως ἁπάντων τῶν
-
Ἑλλήνων ἄρχει, καὶ ἀυτῷ πείθονταιοι Ἕλληνες· ἐπι-
-
κρατέϛερος γὰρ ὁ βασιλεὺς, ἡνίκαὀργισθῇ ἀνδρὶ ὑπο-
-
δεεϛέρῳ· εἰ γὰρ καὶ τὸν θυμὸν κατʼ αὐτὴν τὴν ἡμέραν
-
τῆς ὀργῆς κατάσχοι, ἀλλὰ καὶ ὕϛερον ἐναποκειμένην
-
ἔχει τῇ ἑαυτοῦ διανοίᾳ τὴν τοῦ βλάπτειν ὁρμὴν, ἕως
-
ἂν εἰς τέλος ἀγάγῃ· σὺ δὲ σκέψαι, ὅπως ἄν με ῥύ-
-
σαιο. Πρὸς τοῦτον ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας
-
ταχὺς Ἀχιλλεύς. Μηδὲν ὑποϛειλάμενος εἰπὲ τὸ μάν-
-
τευμα, ὃ γινώσκεις· μὰ γὰρ τὸν Ἀπόλλωνα τὸν προσφι-
-
λῆ τῷ Διῒ, πρὸς ὃν σὺ, ὦ Κάλχαν, τὰς εὐχὰς ἀναφέρων
-
τοῖς Ἕλλησι τὰς τῶν ἐσομένων προγνώσεις ἀνακαλύ-
-
πτεις, οὐδαμῶς οὐδεὶς ἐμοῦ ζῶντος, καὶ ἐπὶ τῆς γῆς ὁ-
-
ρωμένου κακωτικὰς ἐπάξει σοι χεῖρας παρὰ ταῖς ναυ-
-
σὶ ταῖς βαθείαις ἀπὸ πάντων τῶν Ἑλλήνων, οὐδʼ ἂν
-
τὸν Ἀγαμέμνονα λέγῃς, ὃς δὴ πολὺ κράτιϛος ἐν τῷ ϛρα-
-
τῷ διατείνεται εἶναι. Καὶ τότε δὴ θάῤῥος ἔλαβε, καὶ
-
εἰπεν ὁ μάντις ὁ ἄμεμπτος· οὔτε δὴ ἕνεκα εὐχῆς ἡμᾶς
-
αἰτιᾶται, οὔτε ἕνεκα θυσίας, ἀλλʼ ἕνεκα τοῦ ἱερέως,
-
ὃν ἀτίμως ἀπέπεμψεν ὁ Ἀγαμέμνων, οὐδὲ ἠλευθέρω-
-
σε τὴν θυγατέρα, καὶ οὐκ ἐδέξατο τὰ ὑπὲρ ἀυτῆς λύ-
-
τρα· τούτου ἕνεκα λύπας ἔδωκεν ὁ πόῤῥωθεν τοξέυων,
-
καὶ ἔτι δώσει· οὐδὲ οὗτος πρότερον τὴν τοῦ λοιμοῦ κα-
-
κωτικὴν δύναμιν ἀποϛήσει, πρὶν ἀποδοῦναι τῷ προσ-
-
φιλεῖ πατρὶ τὴν μετεώρους καὶ κυκλοτερεῖς ὀφθαλμοὺς