-
ΙΛΙΑΔΟΣ Α.
-
Καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω,
-
Ἣν διὰ μαντοσύνην, τὴν οἱ πόρε Φοῖβος Ἀπόλλων·
- Ὅς
σφιν ἐϋφρονέων ἀγορήσατο, καὶ μετέειπεν·
-
Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
-
75 Μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος;
-
Τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο, καί μοι ὄμοσσον,
-
Ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
-
Ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
-
Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.
-
80 Κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
-
Εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
-
Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
-
Ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι, εἴ με σαώσεις.
-
Τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
-
85 Θαρσήσας μάλα, εἰπὲ θεοπρόπιον, ὅ, τι οἶσθα·
-
Οὐ μὰ γὰρ Ἀπόλλωνα, Διῒ φίλον, ᾧτε σὺ, Κάλχαν,
-
Εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
-
Οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο,
-
Σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
-
90 Συμπάντων Δαναῶν· οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,
-
Ὃς νῦν πολλὸν ἄριϛος ἐνὶ ϛρατῷ εὔχεται εἶναι.
-
Καὶ τότε δὴ θάρσησε, καὶ ἠύδα μάντις ἀμύμων·
-
Οὔτʼ ἄρʼ ὅγʼ εὐχωλῆς ἐπιμέμφεται, οὐθʼ ἑκατόμβης·
-
Ἀλλʼ ἕνεκʼ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων,
-
95 Οὐδʼ ἀπέλυσε θύγατρα, καὶ οὐκ ἀπεδέξατʼ ἄποινα·
-
Τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν Ἑκηβόλος, ἠδʼ ἔτι δώσει·
-
Οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει,
-
Πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην,