-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ἐκδίκησιν τῶν ἐμῶν δακρύων, διὰ τῶν σῶν βελῶν.
-
οὑτως εἶπεν ἐυχὴν ποιούμενος· τόυτου δὲ ἐπήκουσεν ὁ
-
μαιτικὸς (ἢ καθαρὸς) Ἀπόλλων· κατέβη δὲ ἀπὸ τῶν
-
τοῦ Ὀλύμπου ἀκροτηρίων ὀργὴν βαρεῖαν ἔχων κατὰ
-
τὴν ψυχὴν, τόξον φέρων ἐπὶ τῶν ὤμων, καὶ πανταχό-
-
θιν ἠσφαλισμένην βελοθήκην· φθόγγον δέ τινα ἐποίη-
-
σαν τὰ βέλη ἐπὶ τῶν ὤμων σὺν ὀργῇ βαρείᾳ ὁρμηθέν-
-
τος αὐτοῦ· ὁ δὲ ἐπορέυετο σκυθρωπάζων καὶ νυκτὶ ὡ-
-
μοιωμένος· ἐκάθισε δὴ πόῤῥω τῶν νεῶν, βέλος δὲ ἀφῆ-
-
κε· μέγας δὲ φθόγγος ἐγένετο τοῦ ἀργυροῦ τόξου· καὶ
-
πρῶτον μὲν τὰς ἡμιόνους ἐτιμωρήσατο, καὶ τοὺς τα-
-
χεῖς κύνας· ἔπειτα δὲ κατ’ αὐτῶν πικρὸν βέλος ἀφεὶς
-
ἔβαλλεν· ἀδιαλείπτως δὲ πυρχαϊαὶ νκρῶν ἀνήπτοντο
-
συχναὶ· ἐπὶ ἐννέα μὲν οὖν ἡμέρας ἐπὶ τὸ ϛρατόπε-
-
δον ἐπέμπετο τὰ βέλη τοῦ θεοῦ, κατὰ δὲ τὴν δεκάτην
-
εἰς ἐκκλεησίαν συνεκάλεσε τὸ πλῆθος ὁ Ἀχιλλεὺς· τού-
-
τῳ γὰρ ἐνέβαλεν ἐπὶ τῷ λογισμῷ τὴν ἐπιμέλειαν
-
τούτου ἡ θεὰ ἡ λεθκοβραχίων Ἥρα. ἐφρόντιζε γὰρ τῶν
-
Ἑλλήνων, ὅτι ἀπολλυμένους αὐτοὺς ἑώρα. ἐπεὶ οὖν
-
οὗτοι συνηθροίσθησαν, καὶ ὁμοῦ πάντες ἐγένοντο, ἐπὶ
-
τούτοις ἀναϛὰς εἶπεν ὁ κατὰ τοὺς πόδας ταχὺς Ἀχιλ-
-
λεὺς· ὦ ὑιὲ τοῦ Ἀτρέως, νῦν ὑπολαμβάνω εἰς ὑπο-
-
ϛροφὴν τραπέντας ἡμᾶς εἰς τοὐπίσω ἐπανελθεῖν, εἴπερ
-
ἂν τὸν θάνατον διαφύγοιμεν, ἐπειδὴ ὁμοῦ πόλεμός
-
τε καὶ νόσος λοιμικὴ κατατρέχει τοὺς Ἕλληνας· ἀλλ’
-
εἶά τινα μάντιν ἐρωτήσωμεν, ἢ ἱερέα, ἤ τινα ὀνείροις
-
προσέχοντα τὸν νοῦν· καὶ γὰρ ἔστι καί τι ὄναρ ἐκ τοῦ
-
Διὸς· ὅστις ἂν εἴποι, διότι κατὰ τοσοῦτον ὀργὴν βα-
-
ρεῖαν ἔσχεν ὁ μαντικὸς (ἢ ὁ λαμπρὸς) Ἀπόλλων. εἴτε
-
δὴ οὗτος ἕνεκα ἐυχῆς ἡμῖν ἐπιμέμφεται, εἴτε ἕνεκα θυ-
-
σίας, καὶ ἐὰν ἐθέλῃ μετασχὼν ἀτμοῦ ἀρνῶν, καὶ αἰ-
-
γῶν ὁλοκλήρων, ἀποσοβῆσαι ἡμῖν τὸν ὄλεθρον. Ὁ
-
μὲν οὕτως εἰπὼν ἐκάθισε· μετὰ δὲ ταῦτα ἠγέρθη ὁ
-
Κάλχας ὁ ὑιὸς τοῦ Θέστορος ὁ τῶν οἰωνιστῶν ἄγαν
-
κράτιστος, ὅστις ἐγίνωσκε τά τε παρόντα καὶ τὰ μέλ-