-
ΙΛΙΑΔΟΣ Α.
-
Ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
-
Βῆ δὲ κατʼ οὐλύμποιο καρήνων χωόμενος κῆρ,
-
45 Τόξʼ ὤμοισιν ἔχων, ἀμφηρεφέα τε φαρέτρην·
-
Ἔκλαγξαν δʼ ἄρʼ ὀϊϛοὶ ἐπʼ ὤμων χωομένοιο,
-
Αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς·
-
Ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·
-
Δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
-
50 Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
-
Αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς,
-
Βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
-
Ἐννῆμαρ μὲν ἀνὰ ϛρατὸν ᾤχετο κῆλα θεοῖο·
-
Τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
-
55 Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
-
Κήδετο γὰρ Δαναῶν, ὅτι ῥὰ θνήσκοντας ὁρᾶτο.
-
Οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν, ὁμηγερέες τε ἐγένοντο,
-
Τοῖσι δʼ ἀνιϛάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
-
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
-
Ἂψ ἀπονοστήσειν, εἴκεν θάνατόν γε φύγοιμεν,
-
Εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
-
Ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα,
-
᾽Ὴ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν·
-
Ὅς κʼ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων·
-
65 Εἴ τʼ ἄρʼ ὅγʼ εὐχωλῆς ἐπιμέμφεται, εἴθʼ ἑκατόμβης·
-
Αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων
-
Βούλεται ἀντιάσας, ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
-
Ἤτοι ὅγʼ ὣς εἰπὼν, κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέϛη
-
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριϛος,
-
70 Ὃς ᾔδη τά τʼ ἐόντα, τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,